Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVII.
Origen, Philocalia Καὶ ἐν τῷ ε΄ Μόμῳ τάλε περὶ τοῦ αὐτοῦ φηϲίν.
Not analysed yet
3. Ἀλλʼ, ἐπεὶ Κέλσος οἴεται μηδὲν διαφέρειν Δία ὕφιστον καλεῖν ἢ Ζῇνα ἢ Ἀδωναῖον Σαβαὼθ, ἢ ὡς Αἰγύπτιοι Ἀμοῦν, ἢ ὡς Σκύθαι Παπαῖον· φέρε καὶ περὶ τούτων ὀλίγα διαλεχθῶμεν, ὑπομιμνήσκοντες ἄμα τὸν ἐντυγχάνοντα καὶ τῶν ἀνωτέρω εἰς τὸ τοιοῦτον πρόβλημα εἰρημένων, ὅτε ἐκάλεσεν ἡμᾶς ἡ Κέλσου λέξις ἐπὶ τὰ τοιαῦτα. καὶ νῦν οὖν φαμὲν ὅτι ἡ τῶν ὀνομάτων φύσις οὐ θεμένων εἰσὶ νόμοι, ὡς Ἀριστοτέλης οἴεται. οὐδὲ γὰρ ἀπὸ ἀνθρώπων τὴν ἀρχὴν ἔχουσιν αἱ ἐν ἀνθρώποις διάλεκτοι, ὡς δῆλον τοῖς ἐφιστάνειν δυναμένοις φύσει ἐπῳδῶν οἰκειουμένων κατὰ τὰς διαφόρους διαλέκτους καὶ τοὺς διαφόρους φθόγγους τῶν ὀνομάτων τοῖς πατράσι τῶν διαλέκτων· περὶ ὥν ἐν τοῖς ἀνωτέρω ἐπʼ ὀλίγον διειλήφαμεν, λέγοντες ὅτι καὶ μεταλαμβανόμενα εἰς ἄλλην διάλεκτον τὰ πεφυκότα δύνασθαι ἐν τῇ δεῖνα διαλέκτῳ οὐκέτι ἀνύει τι, ὡς ἤνυεν ἐν ταῖς οἰκείαις φωναῖς. ἥδη δὲ καὶ ἐπʼ ἀνθρώπων τὸ τοιοῦτον εὑρίσκεται· τὸν γὰρ ἀπὸ γενέσεως Ἑλλάδι διαλέκτῳ καλούμενον τὸν δεῖνα οὐκ ἂν μεταλαβόντες εἰς διάλεκτον Αἰγυπτίων Ῥωμαίων ἤ τινος ἄλλου ποιήσαιμεν παθεῖν ἢ δράσαι, ἅπερ πάθοι ἢ δράσαι ἂν καλούμενος τῇ πρώτῃ θέσει τοῦ ὀνόματος αὐτοῦ. ἀλλʼ οὐδὲ τὸν ἐξ ἀρχῆς Ῥωμαίων κληθέντα φωνῇ εἰ μεταλάβοιμεν ἐπὶ τὴν Ἑλ. λάδα διάλεκτον, ποιήσαιμεν ἂν ὅπερ ποιεῖν ἐπαγγέλλεται ἡ ἐπῳδὴ τηροῦσα τὸ κατονομασθὲν αὐτῷ πρῶτον ὄνομα.