Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, I.
Origen, Philocalia Ἀπό τῆU+03F2 εἰU+03F2 τὸ Δευϊτικὸν ὁμιλαU+03F2 εὐθὐU+03F2 μετά τὴν ἀρχήν.
Not analysed yet
30. Μ νοήσαντες δὲ διαφορὰν ἰουδαἴσμοῦ ὁρατοῦ καὶ ἰουδαϊσμοῦ νοητοῦ, τουτέστιν ἰουδαϊσμοῦ φανεροῦ καὶ ἰουδαϊσμοῦ τοῦ ἐν τῷ κρυπτῷ, οἱ ἀπὸ τῶν ἀθέων καὶ ἀσεβεστάτων αἱρέσεων εὐθέως διέστησαν ἀπὸ τοῦ ἰουδαϊσμοῦ καὶ τοῦ θεοῦ τοῦ δόντος ταύτας τὰς γραφὰς καὶ ὅλον τὸν νόμον, καὶ ἀνέπλασαν ἕτέρον θεὸν παρὰ τὸν δεδωκότα θεὸν τὸν νόμον καὶ τοὺς προφήτας, παρὰ τὸν ποιήσαντα οὐρανὸν καὶ γῆν. τὸ δʼ οὐχ οὕτως ἔχει, ἀλλʼ δεδωκὼς τὸν νόμον δέδωκε καὶ τὸ εὐαγγέλιον· ὁ ποιήσας τὰ βλεπόμενα κατεσκεύασε καὶ τὰ μὴ βλεπόμενα. καὶ συγγένειαν ἔχει τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα· οὕτω δὲ ἔχει συγγένειαν, ὥστε τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶσθαι συγγένειαν ἔχει καὶ τὰ βλεπόμενα τοῦ νόμου καὶ τῶν προφητῶν πρὸς τὰ μὴ βλεπόμενα ἀλλὰ νοούμενα τοῦ νόμου καὶ τῶν προφητῶν. ἐπεὶ οὗν συνέστηκεν ἡ γραφη καὶ αὐτὴ οἱονεὶ ἐκ σώματος μὲν τοῦ βλεπομένου, ψυχῆς δὲ τῆς ἐν αὐτῷ νοουμένης καὶ καταλαμβανομένης, καὶ πνεύματος τοῦ κατὰ τὰ ὑποδείγματα καὶ σκιὰν τῶν ἐπουρανίων· φέρε, ἐπικαλεσάμενοι τὸν ποιήσαντα τῇ γραφῇ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, σῶμα μὲν τοῖς πρὸ ἡμῶν, ψυχὴν δὲ ἡμῖν, πνεῦμα δὲ τοῖς ἐν τῷ μέλλοντι αἰῶνι κληρονομήσουσι ζωὴν αἰώνιον καὶ μέλλουσιν ἥκειν ἐπὶ τὰ ἐπουράνια καὶ ἀληθινὰ τοῦ νόμου, ἐρευνήσωμεν οὐ τὸ γράμμα ἀλλὰ τὴν ψυχήν ἐπὶ τοῦ παρόντος· εἰ δὲ οἶοί τέ ἐσμεν, ἀναβησόμεθα καὶ ἐπὶ τὸ πνεῦμα, κατὰ τὸν λόγον τὸν περὶ τῶν ἀναγνωσθεισῶν θυσιῶν.