# Philocalia 11-2

Origen, Philocalia, ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia/11-2

11. Οὐκοῦν κατεσκεύασται ὅτι, ὥς φησι Κέλσος, ἀγροικότερον εἰπὼν ὁ Ἰησοῦς· Τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες καὶ τὸ ἱμάτιον· βιωφελέστερον κεκίνηκε τὸν λόγον καὶ παρέστησεν οὕτως εἰπών, ἢ ὡς ἐν τῷ Κρίτωνι Πλάτων, οὖ μηδʼ ἀκούειν ἰδιῶται δύνανται, ἀλλὰ μόγις οἱ τὰ ἐγκύκλια πρὸ τῆς σεμνῆς Ἑλλήνων φιλοσοφίας μεμαθηκότες. κατανοητέον δὲ καὶ ὅτι οὐ παραφθείρεται ὁ περὶ ἀνεξικακίας νοῦς ὑπὸ τῆς τῶν λέξεων εὐτελείας, ἀλλὰ καὶ ἐν τούτῳ συκοφαντεῖ τὸν λόγον λέγων ὁ Κέλσος· ‘ Ἀλλὰ τῶνδε μὲν πέρι καὶ ἄλλων, ὅσα παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα.'

---

Origen, Philocalia, ed. James Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg019.local001/.
