# Philocalia 11-6

Origen, Philocalia, ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia/11-6

11 Ἐπεὶ δʼ οἱ κινήσαντες ἀπὸ ἀνατολῶν διʼ ἃ ἥμαρτον παρεδόθησαυ εἰς ἀδόκιμον νοῦν καὶ εἰς πάθη ἀτιμίας καὶ ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, ἴνα κορεσθέντες τῆς ἁμαρτίας μισήσωσιν αὐτήν· οὐχ ὑποκεισόμεθα τῷ Κέλσου ἀρέσκοντι φάσκοντος ‘διὰ τοὺς νενεμημένους ἐπόπτας τοῖς μέρεσι τῆς γῆς τὰ παρʼ ἑκάστοις ὀρθῶς πράττεσθαι·’ ἀλλὰ καὶ βουλόμεθα οὐχ ‘ὅπη ᾖ ἐκείνοις φίλον ’ ποιεῖν τὰ παρʼ ἐκείνων. ὁρῶμεν γὰρ ὅτι ὅσιον μὲν τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα λύειν ἐστὶ νόμοις κρείττοσι καὶ θειοτέροις, οἶς ὡς δυνατώτατος ἔθετο Ἰησοῦς, ἐξελόμενος ἡμᾶς ἀπὸ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, καὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀνόσιον δὲ τὸ μὴ ἐπιρρίψαι ἑαυτὸν τῷ πάντων ἀρχόντων φανέντι καὶ ἀποδειχθέντι δυνατωτέρῳ, πρός ὃυ εἶπεν ὁ θεὸς, ὡς οἱ προφῆται πρὸ πολλῶν προεῖπον γενεῶν· Aἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἄθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. καὶ γὰρ αὐτὸς γέγονε προσδοκία ἡμῶν τῶν ἀπὸ ἐθνῶν πιστευσάντων εἰς αὐτὸν καὶ τὸν ἐπὶ πᾶσι θεὸν πατέρα αὐτοῦ.

---

Origen, Philocalia, ed. James Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg019.local001/.
