# Philocalia 15-4

Origen, Philocalia, ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia/15-4

15. Ἠν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ εὐαγγελίου, ὅτε ὁ σωτὴρ ἔφασκε διὰ τοῦτο τοῖς ἔξω ἐν παραβολαῖς λαλεῖν, Ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσι, μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς. καὶ ἐρεῖ ὁ ἐξ ἐναντίας· Εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσιν, καὶ οὕτως ἐπιστρέφουσιν ὥστε ἀξίους αὐτούς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ’ αὐτοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων ἀλλʼ ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, μήποτε ἴδωσι καὶ συνιῶσιν· οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ σωθῆναι· εἰ δὲ τοῦτο, οὐκ ἐσμὲν αὐτεξούσιοι περὶ σωτηρίας καὶ ἀπωλείας. πιθανή μὲν οὖν πρὸς ταῦτα ἀπολογία ἠν, εἰ μὴ προσέκειτο τό· Μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς· τὸ ὅτι οὐκ ἐβούλετο τοὺς μὴ ἐσομένους καλούς καὶ ἀγαθοὺς συνιέναι τῶν μυστικωτέρων ὁ σωτὴρ, καὶ διὰ τοῦτο ἐλάλει αὐτοῖς ἐν παραβολαῖς· νῦν δὲ, κειμένου τοῦ· Μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς· ἡ ἀπολογία ἐστὶ χαλεπωτέρα. πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδόξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες λέγουσιν, ὠμότης τοῦ δημιουργοῦ, ἡ ἀμυντικὴ καὶ ἀνταποδοτική τῶν χειρόνων προαίρεσις, ἢ ὅ τί ποτε θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι· οὐχ ὁμοίως δὲ οὐδὲ εὐγνωμόνως ἐντυγχάνοντας τῇ καινῇ, ἀλλὰ παραπεμπομένους τὰ παραπλήσια οἶς νομίζουσιν εἶναι ἐπιλήπτοις ἀπὸ τῆς παλαιᾶς. φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὀ σωτήρ δείκνυται, ὡς αὐτοὶ φάσκουσιν ἐπὶ τῶν προτέρων, διὼ τοῦτο σαφῶς μὴ φθεγγόμενος ἵνα μὴ ἐπιστρέψωσιν οἱ ἄνθρωποι καὶ ἐπιστρέφοντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται· ὅπερ καθʼ αὐτῶ οὐδενὸς ἔλαττόν ἐστι τῶν ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιούτων. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς· εἰ μὴ ἐπιλήπτως ποιῶσιν ἐπὶ τῶν ὁμοίων προβλημάτων ἀνομοίως ἱστάμενοι, καὶ κατὰ μὲν τὴν καιὴν οὐ προσκόπτοντες ἀλλʼ ἀπολογίαν ζητοὺντες, κατὰ δὲ τὴν παλαιάν περὶ τῶν παραπλησίων, δέον ἀπολογεῖσθαι ὁμοίως τοῖς ἀπὸ τῆς καινῆς, κατηγοροῦντες· ἐξ ὧν συμβιβάσωμεν αὐτοὺς διὰ τὰς ὁμοιότητας ἐπὶ τὸ πάντα ἡγεῖσθαι ἑνὸς εἶναι γράμματα θεοῦ. φέρε δὴ καὶ πρὸ τό προκείμενον ἀπολογίαν κατὰ τό δυνατόν πορισώμεθα.

---

Origen, Philocalia, ed. James Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg019.local001/.
