Ancient Greek · ~12 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 16.1
Not analysed yet
16. Ἐφάσκομεν καὶ περὶ τοῦ Φαραώ ἐξετάζοντες ὅτι ἐνίοτε τὸ τάχιον θεραπευθῆναι οὐ πρὸς καλοῦ γίνεται τοῖς θεραπευομένοις, εἰ παρʼ ἑαυτοὺς χαλεποῖς περιπεσόντες εὐχερῶς ἀπαλλαγεῖεν τούτων οἶς περιπεπτώκασι· καταφρονοῦντες γὰρ ὡς εὐιάτου τοῦ κακοῦ, δεύτερον οὐ φυλαττόμενοι τὸ περιπεσεῖν αὐτῷ ἐν αὑτῷ ἔσονται. διόπερ ἐπὶ τῶν τοιούτων ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, κατά τὴν χρηστότητα αὐτοῦ ὑπερτίθεται τὴν ταχυτέραν πρὸς αὐτοὺς βοήθειαν καὶ, ἵνʼ οὕτως εἴπω, βοηθῶν αὐτοῖς οὐ βοηθεῖ, τούτου αὐτοῖς λυσιτελοῦντος. εἰκὸς οὖν καὶ τοὺς ἔξω, περὶ ὧν ὁ λόγος, τῷ σωτῆρι κατὰ τὸ προκείμενον ἑωραμένους οὐ βεβαίους ἔσεσθαι ἐν τῇ ἐπιστροφῇ εἰ τρανότερον ἀκούσαιεν τῶν λεγομένων, ὑπὸ τοῦ κυρίου ᾠκονομήσθαι μὴ σαφέστερον ἀκοῦσαι τῶν βαθυτέρων· μήποτε τάχιον ἐπιστρέφοντες καὶ ἰαθέντες ἐν τῷ ἀφέσεως τυχεῖν, ὡς εὐχερῶν τῶν τῆς κακίας τραυμάτων καὶ εὐιάτων καταφρονήσαυτες, πάλιν καὶ τάχιον αὐτοῖς περιπέσωσι. τάχα δὲ καὶ τίνουτες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὥν εἰς τὴν ἀρετήν ἐπλημμέλησαν καταλιπόντες αὐτὴυ, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν· τῷ καταλειπομένους αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας τῶν ἰδίων ἃ ἔσπειραν κακῶν, ὓστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως περιπεσουμένους οἷς πρότερον περιπεπτώκεσαν τὸ ἀξίωμα ἐνυβρίσαντες τῶν καλῶν καὶ τοῖς χείροσιν ἑαυτοὺς ἐπιδεδωκότες. οἱ μὲν οὖν ἔξω λεγόμενοι, δηλονότι συγκρίσει τῶν ἔσω, οὐ πάντη πόρρω τῶν ἔσω τυγχάνοντες τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς διὰ τὸ ἐν παραβολαῖς αὐτοῖς λέγεσθαι· πλήν ἀκούουσιν. ἕτεροι δὲ τῶν ἔξω οἱ λεγόμενοι Τύριοι, καίτοιγε προεγνωσμένοι ὅτι πάλαι ἂυ ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν, ἐγγὺς γενομένου τοῦ σωτῆρος τῶν ὁρίων αὐτῶν, οὐδὲ τὰ τῶν ἔξω ἀκούουσιν· ὡς εἰκὸς μᾶλλον πόρρω ὄντες τῆς ἀξίας τῶν ἔξω, ἴνʼ ἐν ἄλλῳ καιρῷ μετὰ τὸ ἀνεκτότερον αὐτοῖς γενέσθαι παρὰ τοὺς μὴ παραδεξαμένους τὸν λόγον, ἐφʼ ὧν ὲμνημόνευσε καὶ τῶν Τυρίων, εὐκαιρότερον ἀκούσαντες βεβαιότερον μετανοήσωσιν. ὅρα δὲ εἰ μὴ μᾶλλον ἡμεῖς πρὸς τῷ ἐξεταστιεῷ καὶ τὸ εὐσεβὲς πάντη ἀγωνιζόμεθ α τηρεῖν περὶ θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ, ἐκ παντὸς ἀπολογεῖσθαι πειρώμενοι ὡς ἐν τηλικούτοις καὶ τοιούτοις περὶ τῆς ποικίλης προνοίας τοῦ θεοῦ ἀθανάτου ψυχῆς προνοουμένου. εἰ γοῦν τις περὶ τῶν ὀνειδιζομένων ζητοίη, ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ ὠφελοὺνται, Τυρίων ἂν μετανοησάντων εἰ τοιαῦτα παρʼ αὐτοῖς ἐγεγόνει καὶ εἶρητο· ζητοίη δὲ φάσκων, τί δήποτε τοῖς τοιούτοις ἐκήρυξεν ὁ σωτὴρ ἐπὶ κακῷ αὐτῶν, ἵνα βαρύτερον αὐτοῖς τὸ ἁμάρτημα λογισθῇ· λεκτέον πρὸς αὐτὸν ὅτι ὁ πάντων τὰς διαθέσεις κατανοῶν τῶν αἰτιωμένων αὐτοῦ τὴν πρόνοιαν, ὡς παρʼ ἐκείνην οὐ πεπιστευκότων μὴ δωρησαμένην ἰδεῖν ἃ ἑτέροις θεάσασθαι ἐχαρίσατο, καὶ μὴ οἰκονομήσασαν ἀκοῦσαι τούτων ἃ ἂλλοι ἀκούσαντες ὠφέληνται, τὴν ἀπολογίαν οὐκ εὔλογον οὖσαν ἐλέγξαι βουλόμενος δίδωσι ταῦτα, ἃ οἱ μεμφόμενοι τὴν διοίκησιν αὐτοῦ ἤτησαν· ἵνα μετὰ τὸ λαβεῖν, οὐδὲν ἡττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδʼ οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ τοιούτου θράσους, καὶ κατʼ αὐτὸ τοῦτο ἐλευθερωθέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινὰς ὁ θεὸς μέλλει καὶ βραδύνει, μὴ χαριζόμενος ὁρᾷν καὶ ἀκούειν τοιαῦτα, ἐφʼ οἱς ὀραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.