# Philocalia 3-9

Origen, Philocalia, ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XIX.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia/3-9

3. Ὅρα δὲ εἰ μὴ τὰ τῆς πίστεως ἠμῶν ταῖς κοιναῖς ἐννοίαις ἀρχῆθεν συναγορεύοντα μετατίθησι τοὺς εὐγνομόνως ἀκούοντας τῶν λεγομένων. εἰ γὰρ καὶ ἡ διαστροφὴ δεδύνηται, πολλῆς αὐτῇ κατηχήσεως συναγορευούσης, τοῖς πολλοῖς ἐμφυτεῦσαι τὸν περὶ ἀγαλμάτων λόγον ὡς περὶ θεῶν καὶ τὸν περὶ τῶν γενομένων ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ λίθου ὡς προσκυνήσεως ἀξίων· ἀλλʼ ἠ κοινή ἔννοια ἀπαιτεῖ ἐννοεῖν ὅτι θεός οὐδαμῶς ἐστὶν ὔλη φθαρτὴ, οὐδὲ τιμᾶται ἐν ἀψύχοις ὕλαις ὑπὸ ἀνθρώπων μορφούμενος, ὡς κατʼ εἰκόνα ἤ τινα σύμβολα ἐκείνου γιγνομέναις. διόπερ εὐθέως λέγεται τὰ περὶ ἀγαλμάτων, ὅτι οὐκ εἰσὶ θεοί· καὶ τὰ περὶ τῶν τοιούτων δημιουργημάτων, ὅτι οὐκ ἔστι συγκριτὰ πρὸς τὸν δημιουργόν· ὀλίγα τε περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ δημιουργήσαντος καὶ συνέχοντος καὶ κυβερνῶντος τὰ ὅλα. καὶ εὐθέως ὡσπερεὶ τό συγγενὲς ἐπιγνοῦσα ἡ λογικὴ ψυχὴ ἀπορρίπτει μὲν ἃ τέως ἐδόξαζεν εἶναι θεοὺς, φίλτρον δʼ ἀναλαμβάνει φυσικὸν τὸ πρὸς τὸν κτίσαντα· καὶ διὰ τὸ πρὸς ἐκεῖνον φίλτρον ὑπεραποδέχεται καὶ τὸν ταῦτα πρῶτον πᾶσι τοῖς ἔθνεσι παραστήσαντα διʼ ὧν κατεσκεύασε μαθητῶν, οὓς ἐξέπεμψε μετὰ θείας δυνάμεως καὶ ἐξουσίας κηρύξαι τὸν περὶ τοῦ θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ λόγον.

---

Origen, Philocalia, ed. James Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg019.local001/.
