# Philocalia 4-6

Origen, Philocalia, ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia/4-6

4. Εἰ δὲ ταῦτα περὶ ἀνθρωπίνων ὀνομάτων λεγόμενά ἐστιν ἀληθῆ, τί χρὴ νομίζειν ἐπὶ τῶν δἰ ἡνδήποτε αἰτίαν ἀναφερομένων ἐπὶ τὸ θεῖον ὀνομάτων; μεταλαμβάνεται γάρ τι, φέρʼ εἰπεῖν, εἰς Ἑλλάδα φωνὴν ἀπὸ τοῦ Ἀβραἀμ ὀνόματος, καὶ σημαίνεταί τι ἀπὸ τῆς Ἰσαὰκ προσηγορίας, καὶ δηλοῦταί τι ἀπὸ τῆς Ἰακὼβ φωνῆς· καὶ ἐὰν μὲν ὁ καλῶν ἢ ὀ ὁρκῶν ὀνομάζῃ θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ, τόδε τι ποιήσαι ἂν, ἤτοι διὰ τὴν τῶν ὀνομάτων φύσιν ἢ καὶ δύναμιν αὐτῶν, καὶ δαιμόνων νικωμένων καὶ ὑποταττομένων τῷ λέγοντι ταῦτα. ἐὰν δὲ λέγῃ· ὁ θεὸς πατρὸς ἐκλεκτοῦ τῆς ἠχοῦς, καὶ ὁ θεὸς τοῦ γέλωτος, καὶ ὁ θεὸς τοῦ πτερνιστοῦ· οὕτως οὐδὲν ποιεῖ τὸ ὀνομαζόμενον, ὡς οὐδʼ ἄλλο τι τῶν μηδεμίαν δύναμιν ἐχόντων. οὕτω δὲ κἂν μὲν μεταλάβωμεν τὸ Ἰσραὴλ ὄνομα εἰς Ἑλλάδα ἢ ἄλλην διάλεκτον, οὐδὲν ποιήσομεν· ἐὰν δὲ τηρήσωμεν αὐτὸ, προσάπτοντες οἶς οἱ περὶ ταῦτα δεινοὶ συμπλέκειν αὐτὸ ᾠήθησαν, τότε γένοιτʼ ἄν τι κατὰ τὴν ἐπαγγελίαν τῶν τοιωνδὶ ἐπικλήσεων ἐκ τῆς τοιασδὶ φωνῆς. τὸ δʼ ὅμοιον ἐροῦμεν καὶ περὶ τῆς Σαβαὼθ φωνῆς, πολλαχοῦ τῶν ἐπῳδῶν παραλαμβανομένης, ὅτι, εἰ μεταλαμβάνομεν τὸ ὄνομα εἰς τὸ κύριος τῶν δυνάμεων, ἢ κύριος στρατιῶν, ἢ παντοκράτωρ (διαφόρως γὰρ αὐτὸ ἐξεδέξαντο οἱ ἔρμηνεύσαντες αὐτὸ), οὐδὲν ποιήσομεν· τηροῦντες δʼ αὐτὸ ἐν τοῖς ἰδίοις φθόγγοις, ποιήσομέν τι, ὡς φασιν οἱ περὶ ταῦτα δεινοί. τὸ δὲ ὅμοιον ἐροῦμεν καὶ περὶ τοῦ Ἀδωναΐ. εἴπερ οὖν οὔτε τὸ Σαβαὼθ οὔτε τὸ Ἀδωναΐ μεταλαμβανόμενα εἰς ἅ δοκεῖ σημαίνειν ἐν Ἑλλάδι φωνῇ ἀνύει τι, πόσῳ πλέον οὐδὲν ἂν ποιήσαι οὐδὲ δυνηθείη παρὰ τοῖς μηδὲν διαφέρειν οἰομένοις Δία ὕφιστον καλεῖν ἢ Ζῆνα ἣ Ἀδωναῖον ἣ Σαβαώθ;

---

Origen, Philocalia, ed. James Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg019.local001/.
