# Scholia in Apocalypsem (scholia 1, 3-39) 30.1

Origen, Scholia in Apocalypsem (scholia 1, 3-39), Scholion 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-apocalypsem-scholia-1-3-39/30.1

Ἐκ τῶν γραφῶν ἔστιν εὑρεῖν, ὥσπερ σῶμα θεοῦ ἅγιον, ἅγιαι καί εἰσι ... τινες, οἷον αἱ ὑπηρετικαὶ χεῖρες καὶ ἐποπτικοὶ ὀφθαλμοὶ καὶ ἐπὶ τῶν εὐχῶν τεταγμένα ὦτα καὶ ἐπελαστικοὶ προνοίᾳ θεοῦ πόδες τοῖς κατὰ γῆν διαιτωμένοις. .... ἐπεὶ οὖν μέλλει ἐρεῖν ὀργὴν θεοῦ μεγάλην, οὐ τὸ συμβεβηκὸς πάθος ὀνομάζεται θεοῦ ὀργὴ καλούμενον, ἔξω ὑπάρχον αὐτοῦ, πλὴν εἰς χρείαν κατατασσόμενον τοῖς δεομένοις, ᾧ καὶ παραδίδονται ὡς ἀνάξιοι θεοῦ, ἵνα ποθήσουσι τὸν θεόν, οὗ καταπεφρονήκασιν, ὅτε ὑπὸ τὴν τοῦ χείρονος ἐξουσίαν γίνονται. καὶ ἔστιν ὀργὴ θεοῦ ὁ διάβολος· καὶ γὰρ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν εἴρηται· καὶ προσέθετο ὀργὴν κυρίου ἐκκαῆναι ἐπὶ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυῒδ λέγων· βάδιζε καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν. καὶ ἔστιν ἡ ὀργὴ τοῦ θεοῦ, ἡ ἐπισείσασα τὸν Δαυΐδ, οὐχὶ ‚λέγουσα‛ ἀλλὰ ‚λέγων‛· παρὰ αὐτὸν ἄρα τὸν θεὸν τὸν λεγόμενον εἰρηκέναι πολλά τινα πρὸς τοὺς ἁγίους ἑτέρα τίς ἐστιν ἡ ὀργὴ αὐτοῦ, ἡ ταῦτα λέγουσα καὶ κελεύουσα ἁμαρτάνειν ἁμαρτίαν, ἐφ' ᾗ κόλασις ἀπὸ θεοῦ ἀκολουθεῖ τῷ πεισθέντι τῇ τοιάδε εἰρηκυΐᾳ ὀργῇ, καὶ πῶς ἡ κολάζουσα ἐπὶ τοῖς ἁμαρτήμασι καὶ δικαίως κολάζουσα ἀνασείει ἐπὶ ἁμαρτίαν, ἵνα· πείσασα ἐπὶ τὸ ἁμαρτάνειν κολάσῃ δικαίως· ἀδίκως γὰρ κολάζει ἡ αἰτία τῆς ἁμαρτίας τὸν μὴ ἡμαρτηκότα. ἀλλά, καθὼς εἴρηται, ὀργὴν θεοῦ εἶναι τὸν διάβολον, τὸ ἀναπεῖθον ἁμαρτάνειν, βουλόμενον ὑποχείριον λαβεῖν τὸν ἡμαρτηκότα ἐκ τοῦ ἁμαρτάνειν· καὶ γὰρ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, τὴν αὐτὴν αἰτίαν τοῦ Δαυῒδ ἱστορῶν, οὕτω φησίν· καὶ ἔστη ὁ διάβολος ἐν τῷ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυῒδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ. τῇ γὰρ ‚ἐπέσεισε‛ προσηγορίᾳ ἐχρήσατο καὶ ἡ δευτέρα τῶν Βασιλειῶν καὶ ἡ πρώτη τῶν Παραλειπομένων, τῇ μὲν ἐπὶ τῆς ὀργῆς τοῦ κυρίου, τῇ δὲ ἐπὶ τῆς τοῦ διαβόλου. εἰ δὲ τὸ ‚ἐπέσεισεν‛ αἴτιον τοῦ ἁμαρτάνειν ἐστίν, αἴτιον δὲ τοῦ ἁμαρτάνειν ὁ διάβολός ἐστιν, διάβολος δι' ἀμφοτέρων τῶν προσηγοριῶν ὠνομάσθη, διὰ δὲ τῆς καθημαξευμένης καὶ τῆς τοὺς πολλοὺς λανθανούσης, τῆς αὐτὸν ὀνομαζούσης ὀργὴν κυρίου κατὰ τὴν μεγάλην ᾠδὴν καὶ ἀλλαχοῦ λέγουσαν· ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτὸν ὡς καλάμην, καὶ τὰ ἑξῆς. Πᾶν γὰρ τὸ ἀποστελλόμενον ὑπό τινος ἕτερόν ἐστιν τοῦ ἐξαποστέλλοντος. τίς οὖν ἂν εἴη ἡ ὀργὴ ἡ ἀποστελλομένη ἐπὶ τοὺς Αἰγυπτίους ἤ, ὡς ἐδιδάξαμεν ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, ὁ διάβολος; εἰ τοίνυν παραδίδοσθαι τῇ ὀργῇ τοῦ θεοῦ λέγονται οἱ ἁμαρτωλοί, νοητέον αὐτοὺς παραδίδοσθαι τῷ διαβόλῳ, ὡς ὁ Παῦλος τὸν Κορίνθιον καὶ οὓς παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν. ἔχομεν καὶ ἀγγέλους ἐφορῶντας καὶ βοηθοῦντας ἡμῖν εὖ πράττουσι, καὶ κρίσις γίνεται καθολικὴ πρὸς τούτους πάντας, ὥς φησιν. ἀνάσταθι, γάρ φησι, κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου. ἀκούσατε, βουνοί, τὴν κρίσιν τοῦ κυρίου. καὶ δοκεῖ ἐν τούτοις προστάσσεσθαι τὸν λόγον τοῦ θεοῦ κρίνεσθαι μετὰ τῶν ἐγκεχειρισμένων τὰ ἀνθρώπινα δυνάμεων, ἵνα δύνηταί τις παραστῆσαι διὰ τήν τινος αὐτῶν ἀμέλειαν καὶ παράλειψιν τῶν ἐπιβαλλόντων αὐτῷ ὑπὲρ ἀνθρώπων ἐν ἁμαρτήματι ἢ αἰτίᾳ γέγονεν. νοήσωμεν δὲ τοῦτο, χρησάμενοι παραδείγματι φέρε εἰπεῖν κρίσει λαοῦ μετὰ τῶν ἐπισκόπων καὶ κρίσει υἱῶν μετὰ τοῦ πατρὸς καὶ κρίσει μανθανόντων μετὰ τοῦ διδασκάλου, ὅτε ποτὲ μὲν ὁ λαὸς τὴν αἰτίαν τῶν ἁμαρτημάτων αὑτοῦ δείξει παρὰ τῶν ἐπισκόπων γεγονέναι, ποτὲ δὲ ὁ ἐπίσκοπος παραστήσει πάντα τὰ παρ' ἑαυτοῦ πεποιηκέναι καὶ ἐλλελοιπέναι τι τῶν ἐπιβαλλόντων σπουδαίῳ ἄρχοντι τῶν ἐγκλημάτων ἔνοχον ἀποδείξει τὸν λαόν. τὸ δὲ ὅμοιον νόει καὶ περὶ υἱῶν τὴν παρὰ τοῖς πατράσιν ἀνατροφὴν αἰτιωμένων καὶ περὶ αὑτῶν μὲν ἀπολογουμένων, ἀποδεικνυόντων δὲ τοὺς πατέρας αἰτίους γεγονέναι τοιούτων πταισμάτων, ὁμοίως δὲ τοὐναντίον τῶν πατέρων ἀπολογουμένων ὡς μηδὲν παραλειπόντων εἰς τὴν κατὰ τὸν θεοῦ λόγον ἀνατροφὴν πρὸς τοὺς υἱούς, τῶν δὲ υἱῶν ἐλεγχομένων παρὰ τὴν ἰδίαν ῥᾳθυμίαν ἐν ἁμαρτήμασι γενομένων. οὐ μακρὰν δὲ τούτων ἐστὶν νοῆσαι καὶ περὶ μαθητῶν καὶ διδασκάλων.

---

Origenes Theol., Scholia in Apocalypsem (scholia 1, 3-39). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg042.local001/.
