# Scholia in Apocalypsem (scholia 1, 3-39) 38.1

Origen, Scholia in Apocalypsem (scholia 1, 3-39), Scholion 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-apocalypsem-scholia-1-3-39/38.1

Ὁρμῇ ὁ δράκων πολεμήσας μετὰ τῶν ἀγγέλων καὶ θλιβείς, βληθεὶς κάτω ἐκ τοῦ οὐρανοῦ ἔσυρεν πίπτων τὸ τρίτον τῶν ἀστέρων, ἅτινα ἄστρα θείας δυνάμεις οὔσας συναπεστατηκέναι αὐτῷ καὶ συγκατενεχθῆναι τῷ δράκοντι, ὡς Ἠσαΐας φησίν· πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ἐξ οὐρανοῦ. καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης ..... ὁ ἀπόστολός φησιν· ἀνθ' ὧν τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει. τοῦ μὲν γὰρ ἐρχομένου καὶ γνώμῃ τὴν ἀποστασίαν ἀνακεφαλαιουμένου πρὸς ἑαυτὸν καὶ αὐτεξουσίου πράξαντος ὅσα καὶ πράξει καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ καθήσαντος, ἵνα ὡς Χριστὸν αὐτὸν προσκυνήσωσιν οἱ πλανώμενοι ὑπ' αὐτοῦ, διὸ καὶ δικαίως εἰς τὴν κάμινον βληθήσονται τοῦ πυρός. τοῦ θεοῦ δὲ κατὰ τὴν ἰδίαν πρόγνωσιν προειδότος τὰ πάντα καὶ ἁρμόζοντι καιρῷ τὸν τοιοῦτον μέλλοντα ἔσεσθαι ἐπάγοντος εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, οὗ τὴν παρουσίαν Ἰωάννης ἐνταῦθα οὕτως ἐμήνυσεν. ἵνα οὖν μή τις αὐτὸν θεϊκῇ δυνάμει δόξῃ ποιεῖν τὰ σημεῖα, ἀλλὰ μαγικῇ ἐνεργείᾳ, ἔφη· καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. καὶ οὐδέν γε καὶ θαυμαστὸν εἰ τῶν δαιμονίων καὶ ἀποστατικῶν πνευμάτων ὑπουργούντων αὐτῷ δι' αὐτῶν ποιῇ σημεῖα, ἐν οἷς πλανήσῃ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. καὶ τὸν ἀριθμὸν δὲ τοῦ ὀνόματος αὐτοῦ φησιν καὶ ἄλλα τινὰ καὶ εἶναι τὸν ἀριθμὸν χξϛʹ, ὅ ἐστιν ἑκατοντάδες ἓξ καὶ δεκάδες ἓξ καὶ μονάδες ἓξ εἰς ἀνακεφαλαίωσιν πάσης τῆς ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν γεγονυΐας ἀποστασίας. ὅσαις γὰρ ἡμέραις ἐγένετο ὅδε ὁ κόσμος, τοσαύταις χιλιονταετηρίσιν [cod. χιλιονταέτεσι] συντελεῖται· καὶ διὰ τοῦτό φησιν ἡ γραφή· καὶ συνετέλεσέν φησιν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ὅσα ἐποίησεν. τοῦτο δ' ἐστὶ καὶ τῶν προγεγονότων διήγησις, ὡς ἐγένετο, καὶ τῶν ἐσομένων προφητεία· εἰ γὰρ ἡμέρα κυρίου ὡς χίλια ἔτη, ἐν δὲ [add. ἓξ] ἡμέραις συνετελέσθη τὰ γεγονότα, φανερὸν ὅτι [cod. ἐστιν pro ὅτι] ἡ συντέλεια αὐτῶν τὸ ἑξακισχιλιοστὸν ἔτος. καὶ διὰ τοῦτο ἐν παντὶ τούτῳ τῷ χρόνῳ πλασθεὶς ἐν ἀρχῇ ὁ ἄνθρωπος διὰ τῶν χειρῶν τοῦ θεοῦ, τουτέστιν υἱοῦ καὶ πνεύματος, γίνεται κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, τοῦ μὲν ἀχύρου ἀποσκευαζομένου, ὅπερ ἐστὶν ἡ ἀποστασία, τοῦ δὲ σίτου εἰς ἀποθήκην ἀναλαμβανομένου, ὅπερ ἐστὶν οἱ πρὸς θεὸν πίστει καρποφοροῦντες. καὶ διὰ τοῦτο καὶ ἡ θλῖψις ἀναγκαία τοῖς σωζομένοις, ἵνα τρόπον τινὰ λεπτυθέντες καὶ συμφυραθέντες διὰ τῆς ὑπομονῆς τῷ λόγῳ τοῦ θεοῦ καὶ πυρωθέντες ἐπιτήδειοι ἔσονται εἰς τὴν τοῦ βασιλέως εὐωχίαν, ὡς εἶπέ τις τῶν ἡμετέρων, διὰ τὴν πρὸς τὸν θεὸν μαρτυρίαν κατακριθεὶς πρὸς θηρία· ὅτι σῖτός εἰμι τοῦ θεοῦ καὶ διὰ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς θεοῦ ἄρτος εὑρεθῶ. τὰς δὲ αἰτίας ἀπεδώκαμεν ἐν ταῖς πρὸ ταύτης βίβλοις, δι' ἃς ἀνέσχετο ὁ θεὸς τοῦτο οὕτως γενέσθαι, καὶ ἀπεδείξαμεν ὅτι πάντα τὰ τοιαῦτα ὑπὲρ τοῦ σωζομένου ἀνθρώπου γέγονεν, τὸ αὐτεξούσιον αὐτοῦ πεπαίνοντα πρὸς τὴν ἀθανασίαν καὶ ἐπιτηδειότερον αὐτὸν πρὸς τὴν εἰς ἀεὶ ὑποταγὴν καταρτίζοντα. καὶ μεθ' ἕτερα· καὶ διὰ τοῦτο ἐν τῷ τέλει ἀθρόως ἐντεῦθεν τῆς ἐκκλησίας λαμβανομένης ἔσται, φησίν, θλῖψις, οἵα οὐκ ἐγένετο ἀπ' ἀρχῆς οὐδὲ μὴ γένηται. ἔσχατος γὰρ ἀγὼν οὗτος τῶν δικαίων, ὃν νικήσαντες στεφανοῦνται τῇ ἀφθαρσίᾳ· καὶ διὰ τοῦτο εἰς τὸ θηρίον τὸ ἐρχόμενον ἀνακεφαλαίωσις γίνεται πάσης τῆς ἀδικίας καὶ παντὸς δόλου, ἵνα ἐν αὐτῷ συνρεύσασα πᾶσα δύναμις ἀποστατικὴ εἰς τὴν κάμινον βληθῇ τοῦ πυρός. καταλλήλως οὖν καὶ τὸ ὄνομα αὐτοῦ ἕξει τὸν ἀριθμὸν χξϛʹ, ἀνακεφαλαιούμενον ἐν ἑαυτῷ τὴν πρὸ τοῦ κατακλυσμοῦ πᾶσαν τῆς κακίας ἐπιμιξίαν ἐξ ἀγγελικῆς ἀποστασίας γεγενημένης· Νῶε γὰρ ἦν ἐτῶν χʹ καὶ ὁ κατακλυσμὸς ἐπῆλθεν τῇ γῇ, ἐξαλείφων τὸ ἀνάστημα τῆς γῆς διὰ τὴν ἐπὶ τοῦ Ἀδὰμ κίβδηλον γενεάν. ἀνακεφαλαιούμενος δὲ καὶ ........

---

Origenes Theol., Scholia in Apocalypsem (scholia 1, 3-39). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg042.local001/.
