# Scholia in Apocalypsem (scholia 28-38) 28

Origen, Scholia in Apocalypsem (scholia 28-38), Scholion 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-apocalypsem-scholia-28-38/28

(Μετὰ τὸ ἐγνωκέναι μέ, φησιν, ὅτι ἡ ῥίζα Δαυείδ, ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, εἴληφεν τὸ βιβλίον ἐπὶ τ<ῷ> λῦσαι τὰς σφραγῖδας αὐτοῦ) Εἶδον ἐν μέσῳ τοῦ <θ>ρ<ό>νου καὶ τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς <ὡς> ἐσφαγμένον. μετὰ τὴν ἀνάστασιν καὶ ἀνάληψιν ὀφθὲν τὸ ἀρνίον οὐκέτι ἐσφαγμένον <ἀλλ' ὡς ἐσφαγμένον> ὤφθη καὶ ἔ<τ>ι ἑστός, τουτέστιν οὐκέτι ἀλλοιούμενον. <εἰ> οὖν κατὰ καιν<ὴ>ν στάσιν ἔχει λοιπὸν ἑπτὰ κ<έ>ρατα, ἁγίαν βασιλείαν καὶ εὐλογημένην ἔχει, ταύτης γὰρ σύμβολον τὰ <ἑ>πτά. πρὸς τοῖς ἑπτὰ κέρασι καὶ ὀφθαλμοὺς ἑπτὰ ἔχει, οὐκ ἄλλους ὄντας τῶν ἑπτὰ τοῦ θεοῦ πνευμάτων ἃ πορεύεται <ἐ>π<ὶ> τῆς γῆς ἐπισκοποῦντα τὰ πρὸς ἀνθρώπων πραττόμενα· συνᾴδει τούτοις τὸ Ἑπτὰ ὀφθαλμοὶ Κυρίου εἰσὶν ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

---

Origenes Theol., Scholia in Apocalypsem (scholia 28-38). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg043.local001/.
