# Scholia in Apocalypsem (scholia 28-38) 29

Origen, Scholia in Apocalypsem (scholia 28-38), Scholion 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-apocalypsem-scholia-28-38/29

Εἴρηταί που Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· πλήρεις τούτων τῶν θυμιαμάτων φιάλαι τυγχάνουσι τὰ ἡγεμονικὰ τῶν γνησίως εὐχομένων Χριστῷ. ἐρεῖς δὲ καὶ τὰς κιθάρας τὴν ἡρμοσμένην εὐμούσως καὶ εὐμελῶς δύναμιν αὐτῶν καθ' ἣν νοοῦσι καὶ ἀγαπῶσιν Χριστόν. τί δὲ <κα>τὰ τὸ ᾄδειν τὴν καινὴν ᾠδὴν λέγουσιν ἢ τό Ἄξιος εἶ, ὦ δέσποτα σωτήρ, λαβεῖν τὸ βιβλίον καὶ τὰ ἑξῆς; προφανῶς δὲ περὶ τοῦ σταυρωθέντος ἐστὶ ταῦτα, ἀχθέντος ὡς πρόβατον ἐπὶ σφαγήν· ἐκ τῆς οὕτω γεναμένης σφαγῆς τὸ ῥεῦσαν αἷμα τιμ<ὴ δί>δοτ<αι> ὑπὲρ τῶν σεσωσμένων. καὶ ἐπειδὴ μὴ ὑπὲρ μέρους ἢ ἑνὸς ἔθνους τῶν ἀνθρώπων ἐσταυρώθη, ἠγόρασεν τῷ αἵματι αὐτοῦ ἀπὸ πάσης φυλῆς Ἰσραὴλ καὶ διαλέκτου πάσης τῶν ἀνθρώπων. ἔτι μὴν καὶ λαοῦ καὶ ἔθνους διαφορὰν διαφόρ<ως ἔστι> λαβεῖν φάσκοντα ὅ<τ>ι ἐκ τῶν καθαρίων καὶ σοφῶν ἀνθρώπων ληφθέντες ἀπὸ λαοῦ, οἱ δὲ ἀπὸ τῶν χυδαιοτέρων καὶ πολλῶν ἀπὸ ἔθνους ἠγοράσθησαν. πιστοῦτ<αι> ἡ προτέρα <ὑ>πόθεσις τὸν ἀριθμὸν τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων ἐκ τῆς προκειμένης λέξεως· αὐτοὶ γὰρ <ὡ>μολόγησαν ὡς ἀπὸ τῶν ἀνθρώπων ἠγοράσθησαν καὶ ἐξελέγησαν. ἡμεῖς οὖν οἱ ἀναγιν<ώ>σκοντες ταῦτα καὶ μαθόντες ὅτι τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων, καὶ πνευματικαὶ θυσίαι καὶ εὐπρόσδεκτ<ο>ι θεῷ αἱ ἀγαθαὶ πράξεις, ὁρῶμεν ὅτι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἐν παντὶ τόπῳ θυμίαμα προ<ς>άγεται τῷ ὀνόματι Κυρίου καὶ θυσία καθαρά· μέγα γὰρ αὐτοῦ τὸ ὄνομά ἐστιν ἐν τοῖς ἔθνεσι, διὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν, ὡς φησὶν ὁ προφήτης.

---

Origenes Theol., Scholia in Apocalypsem (scholia 28-38). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg043.local001/.
