# Scholia in Apocalypsem (scholia 28-38) 37

Origen, Scholia in Apocalypsem (scholia 28-38), Scholion 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-apocalypsem-scholia-28-38/37

Καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κατὰ τὸν τῆς συντελείας καιρόν, φανερωθέντων πάντων τῷ βήματι τοῦ Χριστοῦ ἐπὶ τ<ῷ> λαβεῖν ἕκαστον ἐπαξίως τῶν βεβιωμένων. ἡ ὀργὴ τοῦ θεοῦ συνίσταται, ἣν ἕκαστος ἐθησαύρισεν ἑαυτῷ ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ· ἐν ᾧ καιρῷ καὶ ὁ τῶν προφητῶν καὶ ἁγίων <καὶ> φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ μισθὸς ἀποδοθήσεται. τῶν οὖν μισθὸν ληψομένων τρία τάγματα δηλοῦται, προφητῶν καὶ ἁγίων <καὶ> ἑτέρων φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ. καὶ ὅρα <εἰ> οἱ εἰσαγόμενοι εἰς εὐλάβειαν σημαίνονται τῷ φοβεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ, οἱ δὲ αὐτὸν καὶ μὴ τὸ ὄνομα αὐτοῦ ἔτι φοβούμενοι τῇ τῶν ἁγίων προσηγορίᾳ· φοβήθητε γὰρ τὸν Κύριον οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. <καὶ εἰκὸς> ὡς ἐν εἴδει τούτων τῶν ἁγίων εὑρήσεις τοὺς προφήτας· ἐπὶ πλεῖον γὰρ προφήτου ὁ ἅγιος· ἀνάγκη γὰρ τὸν θεοῦ προφήτην καὶ ἅγιον εἶναι, ἀλλ' οὐκ ἀντιστρέφει· πολλοὶ ἅγιοι ὄντες οὐ προφητεύουσιν.

---

Origenes Theol., Scholia in Apocalypsem (scholia 28-38). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg043.local001/.
