# Scholia in Canticum canticorum 17-20

Origen, Scholia in Canticum canticorum, 17 to 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-canticum-canticorum/17

Ὃμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. Τοῦτο δὲ, Οὐ πολὺς ἦν σὐδὲ κεχυμένος ὁ ἄργυρος· — ὀλίγα δὲ ἐν ἀποῤῥήτῳ παρὰ τῶν προφητῶν λεγόμενα (4) καὶ τῶν πάλαι σοφῶν· — ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβάτοις τοῦ ναοῦ, τεθεώρηται τῷ βλέποντι τὸ καταπέτασμα τὸ ἀληθινὸν σχιζόμενον ἄνωθεν ἕως κάτω ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ ἀναπεσὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ. Καὶ μετὰ ταῦτα. Τότε γὰρ οἱ σύμμορφοι γενόμενοι τῆς ἀναστάσεως αὐτοῦ, παραλήψονται αὐτοὶ (5) ἀνθομοιωμάτων χρυ σόν· πληθυνθήσονται γὰρ τῷ ἀργυρίῳ κοὶ τῷ χρυσίῳ. Ἔως οὗ ὁ βασιλεὺς ἐν ἀνακλισει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ.

---

Origen, Scholia in Canticum canticorum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg076.local001/.
