# Scholia in Canticum canticorum 25

Origen, Scholia in Canticum canticorum, ΚΕΦΑΛΑΙΟΝ Α΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-canticum-canticorum/25

Νῦν ἔοικε πρότερον ἐνεωρακέναι τρανώτερον τῷ τοῦ νυμφίου κάλλει ἡ νύμφη· καὶ διὰ τῶν περιστερῶν αὐτῆς ὀφθαλμῶν αἰσθέσθαι τῆς ἐν τῷ κάλλει τοῦ λόγου καὶ ὑπεροχῆς· τάχα δὲ καὶ κλίνην κοινὴν ἑαυτῆς καὶ τοῦ νυμφίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὔσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας· λέγει οὖν Παῦλος, Τὰ σώματα ἡμῶν μέλη Χριστοῦ ἐστι· διὰ γὰρ τοῦ ἡμῶν τῆς νύμφης εἶναι λέγει τὸ σῶμα· διὰ δὲ τοῦ μέλη Χριστοῦ, τοῦ νυμφίου· σύσκιον δέ φησι τὸν νυμφίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ θεωρημάτων· ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλὴς, οὐδὲν θαυμαστὸν καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.

---

Origen, Scholia in Canticum canticorum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg076.local001/.
