# Scholia in Lucam (fragmenta e cod. Venet. 28) 1

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), EJUSDEM IN LUCAM., ΚΕΘ. Γ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-lucam-fragmenta-e-cod-venet-28/1

Στίχ. α΄. Ἐν ἔτει πέντε καὶ δεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος. Ἐπὶ μὲν οὗν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ λόγῳ προφητικῷ βασπλεία μόνον Ἰουδαίας ἀναγράφεται. Ὅράσις γὰρ, φησὶν, ἢν εἷδεν ὁ Ἡσαΐας ἐν ἡμέραις Ὁζίου καὶ Ἰωάθαν καὶ Ἀχὰζ, οἳ ἐβασλευσαν τῆςρ Ἰοόδα. Ἐπὶ δὲ τῷ μυστηρίῳ τοῦ Εὐαγγελίου μέλλοντι ἐν ὅλῳ κόσμῳ κηρύσσεσθαι ἡγεμονία Τιβερίου Καίσαρος ἀναγράφεται, ὅς ἐδόκει ὅλου τοῦ κόσμου εἶναι βασιλεύς. Καὶ εἰ μὲν οἱ ἀπὸ ἐθνῶν μόνοι ἤμελλον σὦζεσθαι, παντὶ δὲ ἀπεκέκλειστο ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ μνησθῆναι μόνον Τιβερίου. Ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς αλιλαίας καὶ Ἰτουραίας καὶ Τραχωνίτιδος πιστεύειν, διὰ τοῦτο ἀναγράφονται αὗται αἱ βασιλεῖαι, ἤτοι τετραρχίαι. Οὐδέποτε δὲ γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ, εἰ μὴ νῦν μόνον διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα τῆς ἐρήμου μάλλον εἷναι, τουτέστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥπερ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον τῆς Ἰουδαίων συναγωγῆς φημι. Τὸ δὲ εἰπεῖν, ὅτι Ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην, τουτέστι πρόσταγμα.

---

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg078.local001/.
