# Scholia in Lucam (fragmenta e cod. Venet. 28) 14-2

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), EJUSDEM IN LUCAM., ΚΕΘ. ΙΔ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-lucam-fragmenta-e-cod-venet-28/14-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/origen/scholia-in-lucam-fragmenta-e-cod-venet-28/14-2
CTS URN: urn:cts:greekLit:tlg2042.tlg078:14-2

Στίχ. ιδ΄. Καὶ μακάριος ἔσῃ, ὅταν οὐκ ἔχωσιν ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῆ ἀναστάσει τῶν δικαίων. Αλλʼ οὕτε μὲν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ πτωχοὺς καὶ ἀναπήρυς, χωλοὺς καὶ τυφλούς. Μυστικῶς δὲ τάχα φίλοι μὲν εἶεν ἂν οἱ χαίροντες καθʼ ἡμᾶς τοῖς τῆς ἀληθείας δόγμασιν· ἀδελφοὶ δὲ οἱ ἔχοντες ἀδελφὰ δόγματα· συγγενεῖς οἱ πλησιάζειν ἡμῖν κατὰ ταῦτα θέλοτπες· γείτονες οἱ μὴ πάντα μακρὰν τῶν ἡμετέρων δογμάτων ἐσκηνωμένοι. Κατὰ κοινοῦ δὲ τὸ πλουσίυς ἀκουστέον. Οἱ μὲν οὖν ἀκροάσεις καταγέλλοντπς πλουσίους καὶ πτωχοὺς καλοῦσιν· ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλαπται. Καλεῖ δὲ πτωχοὺς, τουτέστιν ἀπείρους λόγων, ἵνα πλουτίσῃ· ἀναπήρους, τουτέστι βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃ· χωλοὺς τοὺς σκάζοντας τῷ λόγῳ, ἵνα ὀρθὰς τροχιὰς ποιῶσι· τυφλοὺς τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἵνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. Τὸ δὲ, Οὐκ ἐχουσιιν ἀνταποδοῦναί σοι, ἴσον ἐστὶ τῷ· Οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν δεξάγειν λόγον, καὶ διαλεκτικῶς.

---

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg078.local001/.
