# Scholia in Lucam (fragmenta e cod. Venet. 28) 36

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), EJUSDEM IN LUCAM., ΚEΦ. Θ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-lucam-fragmenta-e-cod-venet-28/36

Στίχ. λϚ΄. Κοὶ ἐν τῶ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος. Ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μὲν Μωυσεῖ καὶ Ἡλίᾳ λέγει· Οὗτός ἐστι· τάχα δὲ καὶ τοῖς μαθηταῖς. Ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, σφόδρα φοβηθέντες, εἰδότες τὸ λεχθὲν πρὸς Μωῦσῆν· Οὐ γὰρ ὄψεται ἄνβρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς, μόνον εἶδον τὸν Ἰησοῦν. Ἔν γὰρ, οἶμαι, γέγονε Μωσῆς ὁ νόμος, καὶ Ἡλίας ἡ προφητεία, Ἰησοῦ τῷ Εὐαγγελίῳ. Καὶ οὐχ ὥσπερ ἦσαν πρότερον τρεῖς μεμενήκασι. Ταῦτα δέ μοι νόει μυστικώτερον. Πρὸς γὰρ τὸ ὑψηλὸν τοῦ γράμματος βούλημα, Μωυσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ, καὶ συλλαλήσαντες τῷ Ἰησοῦ, ἀπεληλύθασιν ὅθεν ἐληλύθεισαν. Οὐδὲ γὰρ βλέπεται ὁ Ἰησοὺς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀκούοντες, καὶ μάλιστα οἱ ὄχλοι, τὸν οὕτω δεδοξασμένον θεωροῦντες σταυρούμενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλʼ ὡς φοβηθέντες μὴ ἀπιστηθῶσι. Τότε οὖν ἀπήγγειλαν, μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ Πνεύματος παρουσίαν. Ὅτε γὰρ ἐπλήσθησαν παῤῥησίας, καὶ Πνεύματος ἠξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ παντα ὅσα ἔλεγον, εὐπαράδεκτα ἦν.

---

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg078.local001/.
