Ancient Greek · ~14 min
EJUSDEM IN LUCAM., ΚEΦ. Θ΄.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 42.1
Not analysed yet
Στίχ. μβ. Ἐπεαίμησε δὲ δ Ἰησοῦς τῷ πνεύματι τῶ ἀκαθάρτῳ, καὶ λάσατο τὸν παῖδα, καὶ ἀπτἐδωκεν αὐτὸν τῷ παερὶ αὐτοῦ. (92) Ἐπιβλεπτέον δὲ τούτοις ὑψηλότερον, καὶ σημειωτέον, ὅττι οἱ πάσχοντες, ἢ οἱ τῶν πασχόντων οἰκεῖοι, μετὰ τῶν ὅχλων εἰσὶν, ἐφ οὕς κάτεισιν ὁ Ἰησοῦς ἀπὸ τῶν ὑψηλῶν, τὰ ὑπὲρ τούτους οἰκονομήσας, ἐπὶ τοῦ ὄρους ἀναβῆναι μὴ δυναμένους πρὸς αὐτὸν διὰ κατεχούσας τὰς ψυχὰς αὐτῶν νόσους, θεραπεύσων αὐτούς. Ἐξεταστέον δὲ ἐπὶ τίνων νοσημάτων οἱ πάσχοντες ἀξιοῦσι, πιστεύοντες περὶ τῆς αὐτῶν θεραπείας, ἢ αὐτοῦ, ἢ τοῦ κρασπέδου τοῦ ἱματίου ἁψάμενοι. Ἐπὶ τίνων δὲ ἀξιοῦσι περὶ αὐτῶν ἕτεροι· ὡς ὁ ἑκατόνταρχος ὁ περὶ παιδὸς, καὶ ὁ βεσιλικὸς περὶ υἱοῦ, καὶ ὁ ἀρχισυνάγωγος περὶ θυγατρός· καὶ ἡ Χαναναία, καὶ νῦν ὁ γονυπετῶν αὐτὸν ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. Καὶ πότε ἀφʼ ἑαυτοῦ ὁ Σωτὴρ μὴ ἀξιωθεὶς ἰᾶται· ὡς τὸν παράλυτον ἐπὶ τῇ προβατικῇ. Αὗται γὰρ, ἀλλήλων ἀντεξετασθεῖσαι, πολλὰ τῷ δυναμένῳ ἀκούειν τῆς ἐν μυστηρίῳ Θεοῦ κεκρυμμένης σοφίας παραστήσουσι δόγματα περί τε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων, καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν. Ὡς γὰρ πᾶσαν νόσον καὶ μαλακίαν, ἃς ὁ Χριστὸς ἐν τοῖς ὄχλοις πρὶν ἰάσατο, ἀναφέρεις εὐλόγως ἐπὶ τὰ πάθη τὰ ἐν ταῖς ψυχαῖς, οὕτως τούτοις ἀναλογίζου τοῖς τε χωλοῖς καὶ κωφοῖς ἐξετασθῆναι καὶ τὰ περὶ τοῦ σεληνιαζομένου. Ἔστι γὰρ τουτὶ τὸ πάθος ἐπιτιθόμενον μὲν ἵν τισιν ὥραις, ἀφιστέμενον δὲ ἐν πλείοσιν, ἐν αἷς οὐδὲν διαφέρει ὁ πεπονθὼς ὑγιαίνων τε. Καὶ ψυχαὶ γοῦν τινες ὑγιαίνειν μὲν ἐν σωφροσύνῃ τάχα νομίζονται, καὶ βιοῦν ὡς ὁ λόγος βούλεται· εἶτα ἔσθʼ ὅτε καταπίπτουσιν ὑπὸ τῶν παθῶν ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις. Οὗτοι, πνευματικκῶς εἰπεῖν, σεληνιάζονται, καταβαλλόμενοι ὑπὸ τῶν ἐν τοῖς ἐνδομυχοῦσι πάθεσι πνευματικῶν τῆς πονηρίας, πίπτουσιν εἰς τὸ πῦρ τῶν πυρώσεων· ἐνίοτε δὲ εἰς τὸ ὕδωρ, ὅτε ὁ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι δρακόντων, καταβάλλων αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν, ἐπὶ τὸ εἴκειν (93) εἰς τὰ βάθη τῶν κυμάτων τῆς θαλάσσης τοῦ τῶν ἀνθρώπων βίου. Ταύτῃ τῇ διηγήσει συμβαλεῖται ἡμῖν ὁ λέγων ἐν τῇ Σοφίᾳ, περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότητος· Διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία· περὶ δὲ τῶν ἀποδεδομένων· Ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Καὶ ἔστι καὶ ἐν τοῖς τοιούτοις ἰδεῖν ὁρμὰς συνεπισπᾶσθαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐφιστάντας αὐτῶντῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἂν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς, ἢ παρʼ ὀλίγον πανσέληνον. Ἴδοις δʼ ἂν πάλιν μιμούμενον τὸ δόξαν εἶναι ἐν αὐτοῖς φῶς· οὐχὶ φῶς ἡμερινὸν τυγχάνον, ἀλλὰ φῶς νυκτερινὸν, καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μηδὲ δοκεῖν φῶς εἶναι ἐπιβλεπόμενον (94) ἐν αὐτοῖς γένηται. Εἰ οὗν πᾶσα ψυχὴ ὑπʼ ἀγγέλῳ τέτακται, ὁ τοῦ σεληνιαζομένου πατὴρ ἂν οὗτος ἀξιῶν ὡς περὶ υἱοῦ τὸν Ἰησοῦν, ὡς μὴ δυνηθέντα (95) ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους. Ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἅλογοι πρὸς τὸ δοκοῦν καλὸν ὁρμαὶ, ὑπὸ τοῦ λόγου ἐκβαλλόμεναι, ἃς αὐτὸς ἐποίει ἀλόγῳ φορᾷ, νομιζόμεναι ὑπὸ τῶν βλεπόντων κατὰ λόγον ταῦτα πράττειν τῆς Ἰησοῦ διδασκαλίας. Δυσίατον δὲ τοῦτο τὸ πάθος, καί ἰσχυρὸν δοκεῖ καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς τοιούτοις μεγάλη ἡ τοιαύτη ἐνέργεια, ὥστε ταύτην ὅρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ πάσχοντος διὰ πάσης πίστεως τοῦ θεραπεύοντος. Ἔστι δὲ ἡ πᾶσα πίστις παραβαλλομένη κόκκῳ σινάπεως· ἐπεὶ ἐξουθενεῖται μὲν παρὰ τῶν ἀνθρώπων ἡ πίστις, καὶ βραχύτατόν ἐστι, καὶ εὐτελὲς εἶναι φαίνεται· τυχοῦσα δὲ γῆς ἀγαθῆς, τουτέστι ψυχῆς, γίνεται δένδρον μέγα· ὥστε οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν δύνασθαι ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως.