# Scholia in Lucam (fragmenta e cod. Venet. 28) 5

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), EJUSDEM IN LUCAM., ΚΕΦ. ΙΑ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-lucam-fragmenta-e-cod-venet-28/5

τα. ε΄ ζ΄. Τὸ μὲν οὖν, Τίς ἐξ ὑμῶν, πρὸς τοὺς μαθητὰς λέγεται· τὸ δὲ, ἕξει φίλον, ἵνα εἴπῃ τὸν Θεὸν φίλον τηχάνοντα τοῖς ἀγίοις, ὡς Μωῦσῇ καὶ τῷ Ἀβραάμ. Τάχα δὲ καὶ μεσονύκτιον ὁ συνεσταλμένος οὗτός ἐστι καιρὸς τοῦ βίου, ὅτε ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Δγύπτου, ἕνθα μὴ κέχρισται ἡ φλιὰ τῷ τοῦ Χριστοῦ αἵματι. Αἰτεῖ δὲ ὁ μαθητὴς τὸν φλον τρεῖς ἄρτους, βουλόμενος θρέψαι τῇ περὶ Τριάδος θεολογία τὸν γενόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, ααθά φησιν· Ἐκτὸς ἐμοῦ οὐ δόνασθε ποιῆσαι οὐδέν, Ἀλλὰ πῶς ἀποκρίνεται ἔσωθεν ὁ φίλος λέγων· Μή μοι κόπον πάρεχες Ζητήσεις δὲ, μήποτε οἱ κοπιῶντες καὶ πεφορτι σμένοι τοὺς ἑαυτῶν κόπους παρέχωσι τῷ Σωτῆρι. Διὸ τὰς ἀσθενείας ἡμῶν φέμε, καὶ περὶ ἡμῶν ὀδυνᾶτα. Ἥ ὥσπερ τῷδε μὴ (99) ὑπνοῖ ὁ Θεὸς, ἄλλῳ δὲ ἁμαρτάνοντι ὀργίζεσθαι λέγεται οὕτω καὶ κόπον ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ. Σὸ δὲ ὅρα, εἰ ἅρτος μὲν ἡ ἀναγκαία τῆς ψυχῆς ἐν γνώσει τροφὴ, ἧς ἄνευ οὐκ ἔστι σώζεσθαι· οἶον ὁ περὶ τοῦ, πῶς βιωτέον ἀκριβὴς λόγος·ἰχθὸς δὲ ἣ οἷον ὄψον φιλομάθεια· οἶον τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, καὶ ὅσα ἐξῆς ἡ σοφία καταλέγει. Οὕτως οὗν ἀντὶ ἅρτου λίθον οὐ δίδωσιν ὁ Θεὸς, ὅν ὁ διάβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι· οὕτε ἀντὶ ἰχθύος ὄφιν, ὅν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες. Ἐκεῖ γὰρ, φησὶν ὁ Ταλμρδὸς, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δςάκοττος ἐπὶ τοῦ βδατος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Aὶθίοὐιν οὔτε ἀπλῶς ἀντὶ τροφίμου καὶ ὠφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα.

---

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg078.local001/.
