# Scholia in Lucam (fragmenta e cod. Venet. 28) 7-2

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), EJUSDEM IN LUCAM., ΚΕΦ. ΙΒ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-lucam-fragmenta-e-cod-venet-28/7-2

Στίχ. ζ΄. Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὑν φοβεῖσθε. Πολλῶν στρουθίων διαφέρετε. Τήρει δὲ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἷπεν, ὡς ὁ Ματθαῖος. Πέντε δὲ στρουθία νῦν τὰς αἰσθήσεις τοῦ δικαίου αἰνίττεται· αἳ τῶν μετεώρων καὶ ὑπὸρ ἄνθρωπον αἰσθάνονται, ὁρῶσαι τὰ θεῖα, ἀκούουσαι φωνῆς Θεοῦ, γευόμεναι ζῶντος ἅρτου, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ἐλαίου ἀγαλλιάσεως, ἁπτόμεναι λόγου ζῶντος· αἵτινες, ἐξευτελιζόμεναι ὑπὸ τῶν τὰ πνεύματος μωρίαν καὶ εὕω (3) κρινόντων, οὔκ εἰσιν ἐπιλελησμέναι ἐνώπιον τοῦ Θεοῦ. Τὸ μέντοι ἐμφαῖνον ῥητὸν, μηδὲ τὸ ἐλάχιστον στρουθίον ἐπιλελησμένον εἶναι ἐνώπιον τοῦ Θεοῦ, συνεξέτασον τοῖς ἐμφαίνουσι ῥητοῖς, ἐπιλανθάνεσθαί τινων τὸν Θεὸν διʼ ἁμαρτίαν αὐτῶν. Ῥητῶς μὲν οὗν τὸ λεπτομερὲς τῆς Προνοίας, καὶ ἡ μέχρι τῶν λεπτῶν γνῶσις, ἐν τούτοις δηλοῦται· νοητῶς δὲ πίπτει ἐπὶ τῆς γῆς, οἷα στρουθία, τὸ φρόνιμον. Ἐπὰν δὲ ἅνω φέρεσθε (4), τὰ κάτω ζητεῖ τοῖς τῆς σαρκὸς ἐνεχομένοις κακοῖς, παραδοθὲν εἰς πάθος ἀτιμίας, καὶ τὸ ἐλεύθερον μετὰ τοῦ τιμίου ἀπολελωκός. Τοιοῦτος δὲ ὁ ὑπὸ τοῦ λόγου μετεωρισθεὶς, καὶ τὰ γήϊνα φρονήσας. Κατὰ δὲ τὸ ῥητὸν πάλιν, τό Οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, οὐ τὴν βούλησιν δίκνυσιν, ἀλλὰ τὴν πρόγνωσιν. Τῶν γὰρ γινομένων, ἃ μὲν κατὰ βούλησιν γίνεται, ὰ δὲ κατʼ εὐδοκίαν, ἃ δὲ αατὰ συγχώρησιν.

---

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg078.local001/.
