# Scholia in Lucam (fragmenta e cod. Venet. 28) 9

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), EJUSDEM IN LUCAM., KEΦ. Δ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-lucam-fragmenta-e-cod-venet-28/9

Στίχ. θ΄. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήχ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ. Ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ. Οὐ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης. Ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σὲ, ὦ διάβολε, εἰ μὴ Ἰησοῦς βοηθήσει τοῖς ἀγγέλοις, προσκόπτουσι. Καὶ σὺ διὰ τοῦτο πέπτωκας ἐξ οὐρανοῦ, ἐπειδὴ αὐτάρκη ἐνόμισας ἑαυτὸν εἶναι, καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. Ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλʼ εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε· Γέγραπται γάρ· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ‘Υῤίστου, ἐν σκέπει τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Τοῦτο δικαίῳ μᾶλλον ἁρμόζειἢἢ τῷ Υἱῷ τοῦ Θεοῦ· καὶ αὗθις· Πεσεάται ἐκ τοῦ κλίτους σου μιλμὰς, καὶ μυριὰς, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται.

---

Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg078.local001/.
