# Scholia in Matthaeum 11

Origen, Scholia in Matthaeum, ΚΕΦ. Η΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-matthaeum/11

Στιχ. ια΄. Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, ταὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καί Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ εἰσελεύσονται διʼ αὐτῆς. Καί φαμ ὅτι ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται, ἐπειδὴ ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ ἐσώζοντο· οὐ πολλοὶ γὰρ ἐπίστευσαν εἰς αὐτόν. Διὸ καὶ ἔλεγε· Μὴ φοβοῦ μικρόν ποίμωιον, ὅτι εὐδόκησεν ὁ Θεὸς ἐν σοί. Προφητικῶς δὲ ἐλέχθη τὸ, Πολλοὶ ἥξουσιν· ὡς περὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν ἀπὸ τῶν ἐθνῶν. Πολλοὶ, φησὶν, ὡς πρὸς τοὺς μετὰ τὴν παρουσίαν μὴ πστεύσαντας, οἱ ἀπὸ τῶν ἐθνῶν ἀνακλιθησόμενοι μετὰ Ἀβραὰμ καὶ τῶν ἐξ αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ τῷ ἀριθμῷ δὲ πολλαπλασίους οὗτοι τῶν ἀπὸ Ἰσραὴλ καὶ τὸν Ἰησοῦν Χριστὸν ὁμολογουμένων.

---

Origen, Scholia in Matthaeum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg077.local001/.
