# Scholia in Matthaeum 33

Origen, Scholia in Matthaeum, ΚΕΦ. ΚΑ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-matthaeum/33

Στίχ. λγ΄. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμόν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτόν γεωργοῖς, καὶ ἀπεδήμησε, κ. τ. λ. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐπιδειξάμενον. Ἀμπελὼν δὲ ἀπλῶς μὲν ὁ πρῶτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι. Ληνός τὸ θυσιαστήριον, ἤτοι ὁ τόπος τῶν σπονδῶν. Πύργος ἡ Σιὼν, ἢ ὁ οὐρανός. Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι. Ἀπεδήμησε δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνεται. Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας ἀπαιτοῦσα τοὺς Ἰουδαίους τὴν τῶν πταισμάτων τιμωρίαν. Ἀπαίτησις δὲ καρπῶν ὁ ἔννομος βίος· Καιρὸς αὐτῶν ἡ προφητικὴ ἀπαίτησις· Δοῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οἷς (15) τὸν μὲν ἕδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου· τὸν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· τὸν δὲ ἐλιθοβόλησαν, ὡς Ζαριοὺ υἱὸν Ἰωδαὲ τὸν ἱερέα. Τάχα δὲ ἀμπελὼν, ἢ (16) ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τὰ μυστήρια αὐτοῦ ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ ἄλλῃ φυσιολογίᾳ. Καρποὶ δὲ ὁ ἐνἀρετος ἐν ἤθεσι βίος. Φραγμὸς ὁ λογικὸς τόπος, καὶ τὸ γράμμα, ὡς μὴ κατοπτεύοιτο τοῖς ἔξω τὰ κεκρυμμένα μυστήρια. Ληνὸς τὸ βάθος τῆς δεχομένης τοὺς καρποὺς τοὺς τῆς ψυχῆς, πᾶν ἐπὶ πόλεμον ἐπιβαλλούσῃς. Πύργος καὶ διῃρημένος περὶ Θεοῦ λόγος. Ναὸς μὲν ἡ τοῦ ἐν αὐτῷ θείου ναοῦ (17). Γεωργοὶ οἱ πρῶτοι πιστευθέντες τὰ λόγια τοῦ Θεοῦ· οἷς ἀποδημεῖ εἰς τὴν αὐτοῦ περισπεῖν (18), δοὺς ἀφορμὴν, ἐξ ὧν αὐτὸς ἐφύτευσε, φραγμόν τε ἔθηκεν, ὤρυξεν, ὐκοδόμησε, τοῦ φέρειν καρπόν. Καιρὸς καρπῶν, ὃν οἶδεν οἰκοδεσπότης, τάχα οὐχ ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νηπιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς· οἱ δὲ τῆς ἀγάπης, καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν λοιπῶν. Δοῦλοι οἱ προφῆται τὰ πνευματικὰ καρπώματα ἀπαιτοῦντες προσἀγειν ὡς ἱερεῖς τῷ Θεῷ.

---

Origen, Scholia in Matthaeum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg077.local001/.
