# Scholia in Matthaeum 47

Origen, Scholia in Matthaeum, ΚΕΦ. ΙΓ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/scholia-in-matthaeum/47

Στ. μζ΄. Πάλιν· Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐχανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν. (10) Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημα των παλαιὰ καὶ καινὴ Γραφή· Θάλασσα, ὁ κυματούμενος τῶν ἀνθρώπων βίος. Τὸ πᾶν γένος τὸ ποικίλον τῶν ἐν ἀνθρώποις προαιρέσεων, ἡ παντοίων ἐθνῶν κλῆσις. Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελθόντες ἄγγελοι διακονεῖν αὐτῷ. Ἀγγεῖα αἱ διάφοροι μοναί. Οὐκ ἀνάγεται δὲ ἡ σαγήνη, ἕως οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἤ οὕτως· Σαγήνη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἡ ἀδιακρίτως συλλαμβανομένη Ἰουδαίους καὶ Ἕλληνας, βαρβάρους, Σκύθας, δούλους, ἐλευθέρους, πονηροὺς καὶ ἀγαθούς. Θάλασσα, ὁ τῶν ἀνθρώπων βίος. Αἰγιαλὸς, τὸ τέρμα τούτου. Ἐν δὲ τῇ συντελείᾳ, ὅτε ἀνασπᾶται ἡ σαγήνη, ἀφορίζονται ἀπὸ τῶν φαύλων οἱ ἀγαθοὶ, οἱ μὲν τιμώμενοι, οἱ δὲ κολαζόμενοι. Οὐ γὰρ πάντων τῶν πιστῶν ὅμοιος ὁ τρόπος. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι ἔξω μόνον βάλλονται οἱ ἄπιστοι καὶ πονηροὶ, ἐσήμανεν, ὅτι εἰς διηνεκῆ κόλασιν παραπέμπονται· Καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός, καὶ τὰ ἑξῆς.

---

Origen, Scholia in Matthaeum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg077.local001/.
