# Selecta in Ezechielem (fragmenta e catenis) 13.824

Origen, Selecta in Ezechielem (fragmenta e catenis), Volume 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-ezechielem-fragmenta-e-catenis/13.824

τοὺς, ἱκανοὶ ἐν ψευδολογίᾳ, ἐκπορευομένων εἰς θάνατον αἰώνιον τῶν ποτιζομένων ἀπ' αὐτῶν· οὓς, ἵνα μὴ πίνωνται, μεταβάλλει ὁ Θεὸς εἰς αἷμα, καὶ οὐ γέγραπται, ὅτι ἀποκατέστησεν αὐτοὺς εἰς ὕδωρ. Καὶ ἐγὼ δώσω παγίδα εἰς τὰς σιαγόνας σου. Παγίδας βάλλει ὁ Θεὸς εἰς τὰς σιαγόνας τοῦ δράκοντος, ἵνα, φιμώσας αὐτοῦ τὸ στόμα, καταργήσῃ δυσσεβῆ διδασκαλίαν, καὶ ἀνάξῃ ἀπὸ τῆς ὑγρᾶς εἰς τὴν ξηράν. Καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου. Ἰχθύες τοῦ ἐν Αἰγύπτῳ εἰσὶ ποταμοῦ οἱ ἐν Αἰγυπτίοις καὶ σωματικοῖς παθήμασι διαζῇν δοκοῦντες. Οὗτοι γὰρ προσκολλῶνται ταῖς πτέρυξι τοῦ δράκοντος, καὶ ταῖς λεπίσιν αὐτοῦ, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων. Τοῦ αὐτοῦ. Ἰχθύες εἰσὶ κολλώμενοι εἰς τὰς πτέρυγας τοῦ νοητοῦ Φαραὼ, τοῦ ἐν μέσῳ τῶν τῆς κακίας ποταμῶν, οἱ μαθητεύοντες τῇ κακίᾳ, καὶ ποτιζόμενοι ἐκ τοῦ Αἰγυπτιακοῦ ὕδατος, καὶ συνενούμενοι τῷ δράκοντι ἐν τῇ ὑγρᾷ ἕξει, καὶ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ γινόμενοι. Ἀνθ' ὧν ἐγενήθης ῥάβδος καλαμίνη. Ὁ μὴ ἐπερειδόμενος ῥάβδῳ ἐκ τῆς ῥίζης Ἰεσσαὶ, μηδὲ παιδευόμενος ῥάβδῳ ᾖ ἐπισκέπτεται ὁ Θεὸς ἀνομίαν υἱῶν Δαυῒδ, μηδὲ ἀποστολικῇ ῥάβδῳ νουθετούμενος, ἀλλὰ λόγοις ψευδέσι καὶ διακένοις ἐπερειδόμενος, ἐπερείδεται ῥάβδῳ καλαμίνῃ, τῷ δράκοντι τῷ Φαραώ. Καὶ ἀπολῶ ἀπὸ σοῦ ἄνθρωπον καὶ κτήνη. Ὡς ὁ Θεὸς ἔχει ἀνθρώπους καὶ κτήνη, οὓς σώζει· οὕτως καὶ ὁ δράκων ὁ Φαραώ· οὓς ἀπολλύει ὁ Θεὸς, οὐχ ἁπλῶς, ἀλλ' ἀπὸ τοῦ δράκοντος. Ἢ τάχα οἱ αὐτοί εἰσι σωτηρίαν ταύτην λαμβάνοντες, τῷ μηδέτι εἶναι τοῦ δράκοντος Φαραώ. ΚΕΦ. Λʹ. Πέρας ἐθνῶν ἔσται. Πέρας ἐθνῶν ἐστι Κυρίου χεὶρ ἐπὶ πᾶσαν Αἴγυπτον καὶ Αἰθιοπίαν· καὶ τὰ μὲν πρὸς ἀνθρώπους ἐπὶ Αἰγυπτίους λέγεται, τὰ δὲ πρὸς τὰς ἀντικειμένας δυνάμεις πρὸς τοὺς Αἰθίοπας. Καὶ ἥξει ἡ μάχαιρα ἐπὶ Αἰγυπτίους. Αἴγυπτος ἐν πολλοῖς νοεῖται ἐπὶ τοῦ κόσμου τούτου, τοῦ ἀνθρωπίνου καὶ τοῦ ἐπιγείου τούτου, ἐξ οὗ ἐξίασιν οἱ ἀληθινοὶ Ἰσραηλῖται, καὶ ὁδεύουσιν ἐπὶ τὴν ἁγίαν γῆν. Καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. Καταστρέφει ὁ Θεὸς τὰ θεμέλια Αἰγύπτου ὡς ἀγαθὸς ἵνα μηδὲν μείνῃ Αἰγύπτιον οἰκοδόμημα· τὴν ἁμαρτίαν λέγω. Ὁ γὰρ Λόγος ἐκριζοῖ καὶ κατασκάπτει, καὶ ἀπολλύει τὴν κακίαν, καὶ οἰκοδομεῖ τὴν ἀρετήν. Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες, καὶ πάντες οἱ ἐπίμικτοι τῶν υἱῶν τῆς διαθήκης μου ἐν τῇ μαχαίρᾳ πεσοῦνται. Τίς δύναται ἕκαστον ἔθνος διηγήσασθαι, καὶ ἀναγαγεῖν ἕκαστον ἐφ' ὃν δεῖ τρόπον

---

Origenes Theol., Selecta in Ezechielem (fragmenta e catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg062.local001/.
