Ancient Greek · ~3 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.825
Not analysed yet
μοχθηρόν; Θεοῦ καὶ μόνου παρασχεῖν τὸν περὶ πάντων ἀληθῆ λόγον. Ἐρευνῶν τὸν ἐγκείμενον νοῦν τῇ Γραφῇ, αἴτει παρὰ Θεοῦ φωτισμόν. Ἀπὸ Μαγδωλοῦ ἕως Συήνης μαχαίρᾳ πεσοῦνται. Μαγδωλά ἐστιν ἀρχὴ τῆς Αἰγύπτου ἐπὶ τὰ ὧδε· Συήνη δὲ ἡ ἐσχάτη τῆς Αἰγύπτου, πλησίον εὐθὺ τῶν Αἰθιόπων. Οἱ Αἰγύπτιοι δὲ σύμβολόν εἰσι τῶν ἐν ἁμαρτίαις βιούντων ἀνθρώπων. Αἴγυπτος δὲ κόσμος ἐστὶν ὁ ἐν τῷ πονηρῷ κείμενος, ἢ κατάστασις τῆς κακίας. Συήνη δὲ καὶ Μαγδωλὰ ὅριά ἐστι τῆς Αἰγύπτου. Οἱ ἐν Συήνῃ οὖν οὗτοί εἰσιν οἱ ἐν τῇ ἀρχῇ τῆς κακίας ὄντες ἄνθρωποι, οἱονεὶ ἐν τῇ εἰσόδῳ αὐτῆς. Πλὴν ὅμως πάντας τοὺς Αἰγυπτίους δεῖ κολασθῆναι ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου. Πάντες οἱ οἰκοῦντες Αἴγυπτον, μᾶλλον δὲ ὄντες, κολασθήσονται ἐν αὐτῇ.