# Selecta in Genesim 105

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/105

Τοῦ αὐτοῦ. Τὸ μὲν διηγηματικὸν τῆς ῥαφῆς πρόσωπόν φησιν· Ὤετο ἑστάναι ἑαὶ τοῦ ποταμοῦ, οὐ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· ὁ δὲ Φαραώ φησιν· ᾬμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμυῦ, οὐκ ἐπὶ τοῦ ποταμοῦ. Τὰ μέντοιγε ἐν Ἀἰγύπτῳ πράγματα τὰ ἐν τοῖς κοσμικοῖς, ἀπὸ χρηστοτέρων ἀρχόμενα, ὦν σύμβολον ἡ εὐθηνία, εἰς πικρότερον καταλήγει, ὦν ἡ εὐθηνία καὶ ὁ λιμὸς τύπος. Τοιοῦτον δέ ἐστι καὶ ἐπὶ τοῦ κατὰ τὸν πλούσιον λόγου θεωρῆσαι. Οἱονεὶ γὰρ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἦν αὐτῷ, ἀπολαμβάνοντι τὰ ἀγαθὰ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ, ἐνδεδυμένῳ πορφύραν, καὶ βύσσον, καὶ εὐφραινομένῳ καθʼ ἡμέραν λαμπρῶς· λήγει δὲ αὐτῷ εἰς τὰ ἐναντία, ἀπολαμβάνοντι τὰ κακὰ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Τοιαῦτα δʼ ἂν ἴδοις καὶ ἐπὶ τῶν τὴν πλατείαν καὶ εὐρύχωρον ὁδευόντων, ὦν τὸ τέλος ἀπώλεια· οἷς δὲ ἀρχὴ τὸ στενὸν καὶ τὸ τεθλιμμένον, τὸ τέλος ζωή. Διὸ οὐαὶ τοῖς ἐμπεπλησμένοις, ὅτι πεινάσουσι· καὶ τοῖς γελῶσιν, ὅτι κλαύσουσι. Μακάριοι οἰ πενθοῦντες καὶ κλαίοντες, ὅτι αὐτοὶ παρακληθήσονται.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
