# Selecta in Genesim 109

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/109

Καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγηέλλων αὐτὸ τῷ Φαραώ. Οὐκ οἶμαι (35), ὅτι τέλεον ἐσιώπων, ἀλλὰ πάντα μᾶλλον ἔλεγον ἢ αὐτὸ τὸ τῆς ἐνυπνίων διηγήσεως. Ἀλλʼ ἐρεῖ τις· Πῶς ᾔδει ὁ Φαραὼ πότερον ἐπιτυγχάνουσιν οἱ ἐξηγηταὶ καὶ σοφοὶ Αἰγύπτου διηγούμενοι τὰ ἐνύπνια, ἢ μή; Ἔλεγε δὲ πρὸς ταῦτα ὁ Ἐβραῖος, ὅτι ὁ Φαρσὼ ἰδὼν τὸ ἐνύπνιον, εἶδε αὐτοῦ καὶ τὴν διήγησιν, ἥτις αὐτοῦ ἀπέπεσε τῆς μνήμης. Ἐκάστου οὖν ἀκούων λέγοντος, οὐκ ἀνεμιμνήσκετο οὗ ᾔδει ἑωρακέναι. Διὰ τοῦτο δὲ ἐξεπλάγη τὸν Ἰωσὴφ. καὶ ἀθρόως αὐτὸν προήγαγεν εἰς τὸ πιστεῦσαι τὴν πᾶσαν Αἴγυπτον, καὶ τὸν σῖτον αὐτῆς, κκὶ τὴν σωτηρίαν τῶν Αἰγυπτίων, αὐτῷ· ἐπεὶ ἅμα γε ἐκδιηγήσκτο τὰ ὀνείρατα, καὶ οὗτος ὑπεμνήσθη τὰ αὐτὰ εἶναι τὰ προδεδηλωμένα αὐτῷ.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
