# Selecta in Genesim 111-114

Origen, Selecta in Genesim, 111 to 114. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/111

Καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· Μὴ εάρήσομεν ἄνθρωπον τοιοῦτον, ὅς ἔχει πνεῦμα σθεοῦ ἐν ἐαυτῷ; Μεῖζον ἢ κατὰ ἄνθρωπον (37) ἰδὼν θαρσὼ τὸ τὴν ἐκπεσοῦσαν τῆς μνήμης αὐτοῦ λύσιν τοῦ ὀνείρατος σεσαφηνίσθαι ὑπὸ τοῦ Ἰωσὴφ, πνεῦμα εἶπε Θεοῦ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. Τοῦ αὐτοῦ. Ἠναγκάσθη καὶ Φαραὼ ἔνα εἰπεῖν Θεόν· καὶ τούτῳ δὲ συνᾴδει τὸ περὶ τῆς λύσεως τοῦ ἐνείρατος προαποδεδομένον. Καὶ ἐκήρυσσεν ἔμπροσθεν αὐτοῦ κήρυξ. Τὸ Ἐβραῖκὸν (38) ἔχει Ἀβρὴχ, ὃ κυρίως σημαίνει, πατὴρ ἀπαλός. Εἰκότως πατέρα ἁπαλὸν ἐκάλεσε τὸν Ἰωσὴφ, ἐπειδήπερ ἁπαλὸς ὤν κατὰ τὴν ἡλικίαν, ὡς πατὴρ σωτήριον ἀρχὴν Αἰγυπτίοις ἐνεδείξατο. Δηλοῖ δὲ οὐδὲν ἡ λέξις, ἢ τὸ γονατίζειν. Φανερὰ γάρ ἐστιν ἡ φωνὴ τοῦ κήρυκος. Καὶ ἐκάλεσε Φαρσὼ τὸ ὄνομα Ἰωσὴφ ψνθοφφανήχ. βομθομφανὴχ (39) ὁ ἑρμηνεύεται, ῷ ἀτεκαλύρδη τὸ μέλλον. Ἀκύλας, Σαφαμρεανό· Σύμμαχος, δαφθφανὴ, κεκρυμμέrα ἀπεκάλυψε.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
