# Selecta in Genesim 117-120

Origen, Selecta in Genesim, 117 to 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/117

Τὸ ὄνομα τοῦ δευεέρου ἐκάλεσεν Ἐφραῒμ, ὅτι ὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου. Μυστικῶς (42) ἡ πνευματικὴ Αἴγυπτος γῆ ταπεινώσεώς ἐστι τοῦ δικαίου· παρὸ παρὰ τῷ Ἀποστόλῳ λέγεται Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καὶ ἐν Ψαλμοῖς· Ἐταπεινώθη εἰς χοῦν ἡ ζωὴ ἡμῶν· καὶ πάλιν Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἰωσὴφ δὲ ἦν ἄρχων τῆς Αἰγύπτου. Οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς. Ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Διὰ τὸ μὴ εἶναι (43) λαοὺς τῆς γῆς τοὺς υἱοὺς Ἰακὼβ, οὐκ ἐπώλει αὐτοῖς· ἀπεδίδου δὲ τὰ ἀργύρια δίς. Ἔπρεπε γὰρ τοὺς υἱοὺς Ἰσραὴλ προῖκα λαμβάνειν τὸν σἶτον. Τοῦ αὐτοῦ. Χαριέντως περὶ τῶν αὐτῶν, ὅτε μὲν ἀγοράζουσι, φησὶν, υἱοὶ Ἰσραήλ· ὅτε δὲ προσκυνοῦσιν Ἰωσὴφ, οἱ ἀδελφοὶ Ἰωσήφ. Πλὴν Βενιαμὶν οὕτε τὸν Ἡσαῦ οὕτε τὸν Ἰωσὴφ προσκυνεῖ. Διὸ ἐν τῇ μερίδι αὐτοῦ γίνεται ὁ ναός. Ναὶ, ἐν ἀμαρείαις γάρ ἐσ μεν περί τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδορεν τὴν θλίψιν· τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο. Κατὰ τὸ σιωπώμενον (44) κατεδέετο· οὐ γὰρ ἀναγέγραπται πῶς κατεδέετο.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
