# Selecta in Genesim 14

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/14

Καὶ ἐκοίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῆ γντιικὶ αὐτοῦ γιτῶναϲ δερματίνοιϲ, καὶ ἐνέδυσεν αὐτούς. Τί δεῖ νοεῖν (42) τοὺς δερματίνους χιτῶνας; Σφόδρα μὲν οὗν ἠλίθιον καὶ γραῶδες, καὶ ἀνάξιον τοῦ Θεοῦ, τὸ οἴεσθαι ζώων τινῶν περιελόντα δέρματα τὸν Θεὸν, ἀναιρεθέντων, ἢ ἄλλως πως ἀποθανόντων, πεποιηκέναι σχήματα χιτώνων, καταῤῥάψαντα δέρματα δίκην σκυτοτόμου. Πάλιν τε, φυγόντα τὸ οὕτως ἄτοπον, λέγειν τοὺς δερματίνους χιτῶνας οὐκ ἄλλους εἶναι ἢ τὰ σώματα πιθανὸν μὲν, καὶ εἰς συγκατάθεσιν ἐπισπάσασθαι δυνάμενον, οὐ μὴν σαφὲς ὡς ἀληθές. Εἰ γὰρ οἱ δερμάτινοι χιτῶνες σάρκες καὶ ὀστέα εἰσὶ, πῶς πρὸ τούτων φησὶν ὁ Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, κοὶ σὐρξ ὲκ τῆς καρτόϲ μου; Ταύτας οὖν τὰς ἀπορίας περιιστάμενοί τινες, δερματίνους χιτῶνας τὴν νέκρωσιν, ἣν ἀμφιέννυνται ὁ Ἀδὰμ καὶ ἡ Εὕα, διὰ τὴν ἁμαρτίαν θανατωθέντες, ἀπεφήναντο τυγχάνειν. Οὐ πάνυ τι οὐδὲ αύτοὶ εὐχερῶς δυνάμενοι παραστῆσαι, πῶς ὁ Θεὸς, καὶ οὐχὶ ἁμαρτία, νέκρωσιν ἐμποιεῖ τῷ παραβεβηκότι. Πεὸς τούτοις ἀνάγκην ἔχουσι λέγειν σάρκα καὶ ὀστέα τῷ ἰδίῳ λόγῳ μὴ εἶναι φθαρτὰ, εἴγε ὕστερον τὴν νέορωσιν οἱ πατέρες ἡμῶν διὰ τὴν ἁμαρτίαν εἰλήφασιν. Ἀλλʼ εἰ καὶ ὁ παράδεισος θεῖόν τι χωρίον ἐστὶ, λεγέτωσαν πῶς ἕκαστον ἐκεῖ τῶν μελῶν μὴ μάτην δεδημιουργημένον τὴν οἰκείαν ἐνέργειαν ἐνήργει. Περὶ μὲν οὖν τοῦ μυκτῆρα λέγεσθαι παρὰ τῷ Ἀκύλᾳ καὶ Συμμάχῳ, ἢ πρόσωπον παρὰ τοῖς Ἑβδομήκοντα τοῦ πεπλασμένου, εἰς ὅ ἐνεφύσησεν ὁ Θεὸς πνοὴν ζωῆς, λεκτέον, ὅτι οὐ δεῖ περιέχεσθαι τοῦ γράμματος τῆς Γραφῆς ὡς ἀληθοῦς, τὸν δὲ κεκρυμμένον θησαυρὸν ἐν τῷ γράμματι ζητεῖν.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
