# Selecta in Genesim 144

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/144

Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, λέγων· Κατοικείτωσαν ἐν γῇ Γεσέμ. Ἐπειδὴ ἐν τοῖς Τετραπλοῖς (49), ἐξ ὧν καὶ τὸ ἀντίγραφον μετελήφθη πρὸς τὸν εἱρμὸν τὸν ἐν τῷ Ἑβραϊκῷ καὶ ταῖς ἄλλαις ἐκδόσεσι, δείκνυται καὶ ἡ τῶν Ἑβδομήκοντα ἔν τισι τόποις μετατεθεῖσα, ὡς τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα γενέσθαι· ὅπερ καὶ ἐνταῦθα εὑρέθη παθοῦσα· τούτου χάριν παρεθήκαμεν ἀκολουθίαν. Ἔστι δὲ αὕτη· τῷ, Κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσὲμ, συνἁπτεται τὸ, Εἶπε δὲ Φαρσὼ τῷ Ἰωσήφ· Κατοικείτωσαν ἐν γῇ Γεσέμ. Εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς· καὶ τὰ ἐξῆς.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
