# Selecta in Genesim 147

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/147

Ἤγαγον δὲ τὸ κτήνη αὐτῶν πρὸς Ἰωσὴφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν, καὶ ἀντὶ τῶν ὄνων. Οὐκ ὠμῶς τοῦτο ποιεῖ Ἰωσὴφ, ἀλλʼ ἵνα μὴ κάμωσι τὰ κτήνη τρέφοντες, καὶ ἵνα μετὰ ταῦτα χάριν αὐτὰ δέξωνται παρὰ τοῦ Φαραώ. Καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ Κυρίου ἡμῶν ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν. Ἐπεὶ περὶ τῶν ἁμαρτωλῶν λέγεται τὸ, Διὰ τὸ εἶναι αὐτοὺς σάρκας· διὰ τοῦτο καὶ νῦν Αἰγύπτιοι, ὡς σάρκες, ὑπολελεῖφθαί φασιν αὑτοῖς οὐχὶ ψυχὴν, ἀλλὰ τὸ ἴδιον σῶμα καὶ τὴν γῆν αὑτῶν. Τοῦτο δὲ νομιστέον ὑπὸ πάντων τῶν ἀλλοτρίων τοῦ Θεοῦ λέγεσθαι.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
