# Selecta in Genesim 148-152

Origen, Selecta in Genesim, 148 to 152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/148

Ἴνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου, καὶ ἡ γῆ ἑρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν. Ἐναντίον τοῦ Φαραὼ θέλουσιν οἱ Αἰγύπτιοι ζῇν, οὐκ ἐναντίον Θεοῦ. Τοῦ αὐτοῦ. Κτῆμα βούλονται οἱ Αἰγύπτιοι γενέσθαι τοῦ Φαραὼ, ὡς οἱ ἅγιοι τοῦ Θεοῦ. Ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός. Δηλονότι τῶν Αἰγυπτίων· οὐ γὰρ ἂν εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐπεκράτησεν αὑτῶν ὁ λιμός. Καὶ ἐνισχύσας Ἰακὼδ ἐκάθισεν ἐπὶ τὴν κοίτην. Ἐνισχύσας ἐκάθισεν, ἵνα τοὺς ἐνθέους εἴπῃ λόγους Οἶμαι γὰρ τὸν μὲν Ἰακὼβ ἠνωχλῆσθαι, τὸν δὲ Ἰσραὴλ ἐνισχυκέναι, ὅς καὶ εὐλόγησε τοὺς υἱοὺς Ἰωσὴφ, καὶ τὰ ἐξῆς, ἐν οἷς οὐκ ὀνομάζεται ἐπὶ τῶν παιδίων Ἰακώβ. Καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ αὐξανῶ σε, καὶ πληθυνῶ σε. Ἥτοι οὐκ αὔξει ὁ ἀσεβὴς, ἢ οὐκ ἀπὸ Θεοῦ αὔξει. Τὸ δʼ ὅμοιον ἐρεῖς καὶ διὰ τὸ, Πληθυνῶ. Θεὸς γὰρ εὐλογῶν ταῦτά φησιν.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
