# Selecta in Genesim 15-17

Origen, Selecta in Genesim, 15 to 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/15

Καὶ ἔταξε τὰ χερουβίμ. Οὐ μόνον (43) τὰ λειτουργικὰ πνεύματα φυλάσσουσι τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, ἀποστελλϲμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἀλλὰ καὶ ἐναντίαι δυνάμεις φυλάττουσι, κωλύουσαι τοὺς βουλομένους προσπορευθῆναι τῷ ξύλῳ τῆς ζωῆς. Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· ἀιέλθωμεν εἰς τὸ πεδίον. Ἐν τῷ Ἑβραϊκῷ (44) τὸ λεχθὲν ὑπὸ τοῦ Κάϊν πρὸς τὸν Ἄβελ οὐ γέγραπται· καὶ οἱ περὶ Ἀκύλαν ἔδειξαν, ὅτι ἐν τῷ ἀποκρύφῳ φασὶν οἱ Ἑβραῖοι κτῖσθαι τοῦτο ἐνταῦθα κατὰ τὴν τῶν Ἑβδομήκοντα ἐκδοχήν. Καὶ εἶπε Κάϊν πρόϲ Κύριον τὸν Θεόν· Μεζων ἡ ἀμμαρτία μου τοῦ ἀφεθῆναί με. Οὐ διεῖλεν ὀρθῶς (45)· τῆς θείας νομοθεσίας κατεφρόνησεν· ἀπέκτεινεν ἀδελφόν· ἀπέκτεινε πρὸς τούτῳ καὶ δίκαιον· ἐψεύσατο· θάνατον ἡτήσατο ἐν ἀπευδοκιμήσει ζωῆς καὶ μετανοίας.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
