# Selecta in Genesim 154-156

Origen, Selecta in Genesim, 154 to 156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/154

Ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; καὶ τὰ ἑξῆς. Δόξει ἐναντίον τῷ, Ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, τὸ, Οἱ ὀφθαλμοὶ Ἰακὼβ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους· εἰ μή πού ἐστι ταὐτὸν τῷ, τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι βλέπειν, τὸ ἰδεῖν τὸν Ἰσραὴλ τὸ σπέρμα τοῦ Ἰωσὴφ, τοῦ Θεοῦ δείξαντος αὐτῷ τὰ γενησόμενα. Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ. Ὅτι παρηκολούθουν οἱ προφῆται νοοῦντες περὶ ὧν προεφήτευον. Ἀμέλει μετὰ ταῦτα τῶν δέκα φυλῶν ἐξῆρχεν ἡ τοῦ Ἐφραῒμ φυλή. Ἐξ αὐτοῦ γὰρ ὁ μακάριος Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀληθινὸς τύπος ὢν τοῦ Χριστοῦ, κατήγετο ἐν τοῖς Ἀριθμοῖς. Διὸ καὶ τοῦ Ἰωσὴφ (50) ἡ εὐλογία ἐπʼ αὐτὸν ἀναφέρεται. Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ, καὶ ὡς Μανασσῆ· καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Εὐκαίρως χρήσῃ τῷ ῥητῷ περὶ τοῦ ἐν προσευχῇ ἔμπροσθεν ἑστάναι τὸν τιμιώτερον. Κάμψας κατεκλίθης ὡς λέων, καὶ ὡς σκύμνος. Τὸν κατʼ οἰκονομίαν θάνατον σημαίνει τὸ, κατεκλίθης (51). Λέων ἐστὶν ὁ Χριστὸς τοῖς τελείως ἀποθηριωθεῖσι· τοῖς δὲ ἔτι εἰσαγωγικοῖς σκύμνος.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
