# Selecta in Genesim 19-21

Origen, Selecta in Genesim, 19 to 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/19

Εὐηρρέστησε δέ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γετνῆσαι αὐτὸν τὸν Μαθουσαλά. Εἰ μετὰ τὸ γεννῆσαι (48) τὸν Μαθουσάλα εὐηρέστησε, πρὸ τούτου κατὰ τὴν Γραφὴν οὐκ ἦν εὐάρεστος. Δῆλον, ὅτι ἐκ μετανοίας εὐηρέστησεν, ὅτε ἐγέννησεν τὴν τοῦ θανάτου ἐξαποστολὴν, ὃν εἶχον πρὶν γεννῆσαι αὐτόν. Καὶ εἷπεν ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὐ προσώπου τῆς γῆς. Οὐχ ἀπαξαπλῶς (49) ἀπαλείψω, ἀλλʼ ἀπὸ τῆς γῆς. Οὐ γὰρ πέφυκε παντελῶς ἀπαλείφεσθαι ὁ ποιηθεὶς, ἐπεὶ ὁ ποιηθεὶς κατʼ εἰκόνα Θεοῦ πεποίηται. Αὗται δὲ αἰ γενέσεις Νῶε, καὶ τὰ ἐξῆς. Εἰ κοινότερον (50) ἐγράφετο ταῦτα, ἐχρῆν ἐπιφέρεσθαι τῷ, Αὖται αἱ γενεαὶ Νῶε, Νῶε ἐγέννησε τρεῖς υὶούς. Νῦν δὲ ἐτπὶ δικαιοσύνης ἡ γένεσις αὐτοῦ, προτέτακται μὲν τὸ, αὗται αἱ γενέσεις, ἐπιφέρεται δὲ τὸ, ἄνθρωπος δίκαιος ὤν.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
