# Selecta in Genesim 2

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/2

Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα. Οὐ παραπεμπτέον (28) ὅτι σολοικισμὸς ἂν δόξειεν εἶναι κατὰ τὴν φράσιν τὸ, Εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα· οὐ γὰρ ἂν εὐχερῶς ἐφαρμόσαι τὸ σπεῖρον τῷ βοτάνην χόρτον. Πῶς δὲ καὶ χωρὶς σολοικισμοῦ νοεῖσθαι δύναται, τῶν πλείστων ὑποληψομένων τὸ σπεῖρον πρὸς τὸ βοτάνην χόρτου λέγεσθαι; Ἔστι δὲ, ὑποδιαστολῇ χρησάμενον μέσης στιγμῆς, οὕτως ἀναγνῶναι· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ διαστήσαντα ἐπενεγκεῖτ τὺ, σπεῖρον σπέρμα κατὰ γένος· ἵνʼ ᾖ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, κατὰ γένος σπεῖρον σπέρμα· ἐπιφερομένου ἐπὶ τὸ γένος τοῦ σπεῖρον σπέρμα.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
