# Selecta in Genesim 23

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/23

Ἐρθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· καὶ ἀπλήσθη ἡ γῆ ἀδικίας· καὶ εἶδε Κύρος ό Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη· ὅτι κατέφθειρε κᾶσα σὰρξ τὴν ὀδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Ἀδικία μὲν (53) φθείρει τὴν γῆν, δικαιοσύνη δὲ σώζει· καὶ ὀ ἁμαρτάνων, τὸ ὅσον ἐφʼ ἑαυτῷ, φθείρει τὴν γῆν. Οὐκ ἐν τῷ κατακλυσμῷ γέγονε κατεφθαρμένη ἡ γῆ ( τότε γὰρ ἀπελούσατο τὴν φθορὰν), ἀλλʼ ἐν τῇ ἀδικίᾳ. Ὃ δὲ κατέφθειρε τὴν ὀδὸν τοῦ Θεοῦ, οὐκ ἔστι πνεῦμα, ἀλλὰ σάρξ· Τὸ γὰρ φρόνημα τῆς σαρκός ἔχθρα εἰς Θεόν καὶ, Οἱ ἐν σαρκὶ ζῶντες Θεῷ ἀρέσαι οὐ δύναντεει.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
