# Selecta in Genesim 33

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/33

Οὐκ ἀποθανεῖται πᾶσα σὰρ ἔτι. Ὑπισχνεῖται μηκέτι (62) τὸν οἰκουμενικὸν ποιήσειν κατακλυσμὸν, ἐὰν ᾖ ἡ διάνοια τῶν ἀνθρώπων ἐκ νεότητος ἐγκειμένη ἐπὶ τὰ πονηρὰ, οὐκέτι οὕτως ἔχει πάσας τὰς ἡμέρας, ὥσπερ πρὸ τοῦ κατακλυσμοῦ. Νέμει γὰρ βραχεῖάν τινα συγγνώμην τοῖς νέοις διὰ τὸ τῆς ἡλικίας εὐόλισθον. Διόπερ, Οὐ μὴ προσθῶ, φησὶν, ἔτι παταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ὁ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· τουτέστι, Προοἴδα, ὅτι ἡ νεότης τοῖς ἐσομένοις εὐόλισθος ἔσται. Μὴ τοίνυν δείσητε. Διὰ τοῦτο γὰρ οὐκέτι ἐπάξω ὑμῖν ἀφανισμὸν παντελῆ.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
