# Selecta in Genesim 41-44

Origen, Selecta in Genesim, 41 to 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/41

Καὶ ἔξησε Θάῤῥα ἐβδομήκοντα ἔτη, κοὶ ἐγέννησε τὸν Ἀβρὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάμ. Τὸν πατέρα (67) τοῦ ἑορτάζοντος ἔθνους τὴν ἑβδομάδα ἐγέννησεν ὁ Θάῤῥα γενόμενος ἐβδομηκονταέτης. Ἐφίστημι δὲ μήπως τοὺς τρεῖς τριδύμους ἐγέννησεν. Ἁλλως γὰρ, ἐβδομηκονταέτης ὢν, οὐ δύναιτʼ ἂν τῶν τριῶν ἐκ μιᾶς γενέσθαι πατήρ. Ἀλλὰ καὶ οὐ δηλοῦνται πλείους αὐτοῦ γυναῖκες. Καὶ κατέβη Ἀβρὰμ εἰς Αἴγυπτον παροικῆσαε ἐκεῖ, ὅτι ἐνίσχυσεν ὀ λιμὸς ἑαὶ τῆς γῆς. Ἀβραὰμ (68) οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρῴκει, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Ὡς φαῦλοι (69) οἱ Χαναναῖοι κατῴκουν, καὶ οὐ παρῴκουν τὴν γῆν. Ὥστε φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν. Εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεβιά· εἰ δὲ σὺ εἰς δεβιὰ, ἐγὼ εἰς ἀριστερά· καὶ τὰ ἐξῆς. Εἰ καὶ ἡ ἐκλογὴ (70) γέγονε συγχωρηθεῖσα ἀπὸ τῆς ἐπιεικείας τοῦ Ἀβραὰμ τῷ Λώτ· παρατηρητέον, ὅτι ὁ μὲν ἐκλεξάμενος οὐκ ἀπολαύει τῆς αὐτοῦ ἐκλογῆς, ὁ δὲ παραχωρήσας εὐλογημένον ἔχει τὸ καταλελειμμένον.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
