# Selecta in Genesim 51

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/51

Τααεινώσουσιν αὐτοὺς τετρακύσια ἔτη. Διὰ τί δὲ (76) περισσὰ ἔτη λέγει ὁ Ἀπόστολος λ΄ , τά τε τῆς Διαθήκης, ἥν ἐποιήσατο μετὰ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐξ Αἰγύπτου πορείας ἐν τῇ ἐρήμῳ, καὶ τῆς τοῦ νόμου δόσεως; Οὐ μάχεται τὰ ἐνταῦθα τοῖς ἐν τῇ Ἐξόδῳ γεγραμμένοις. Ἐκεῖ γὰρ εἴρηται, Μετὰ υλ΄ ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ τῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υ΄ φησίν. Ἀλλʼ ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐῤῥέθη, ὡς πληρωθέντων τῶν υ΄ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υ΄ ἔτη, ὅπερ ἐμφαίνει καὶ τὰ λ΄.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
