# Selecta in Genesim 52-56

Origen, Selecta in Genesim, 52 to 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/52

Καὶ ἠτιμάσθη ἡ κυρία αὐτῆς ἐσνειτίον αὐτῆς. Ἐπίτηδες (77) οὐκ ἐσαφηνίσθη τὸ ὑπὸ τίνος, ἵνα ἡμεῖς ζητήσαντες εὕρωμεν, ὅτι πέφυκεν ἀτιμάζεσθαι ἀρετὴ, ἡνίκα τὰ προπαιδεύματα γεννήσῃ· οὐ πάντως ὑπὸ τοῦ Ἀβραὰμ, ἀλλʼ ἤτοι ὑπὸ τῆς παιδίσκης, ἢ τῶν χαιρόντων πρὸ τῆς γενέσεως τῶν κρειττόνων τοῖς γεννήμασιν αὐτῆς. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἀβραάμ. Τὰς ἑρμηνείας (78) τῶν ὀνομάτων ζήτει· δυνάμει γὰρ ὠνομάσθησαν ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεών ἐστι, καὶ καταστάσεων, καὶ ποιοτήτων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ἐνομαζομένου. Εἶπε δὲ Ἀβραάμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὖτος ζήτω ἐναντίον σοῦ. Ἐξαίρετόν τι (79) ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραὰμ, οὐκ ἀρκούμενος τῷ, ζήτω· διὸ προσέθηκεν· ἐναστίον σοῦ. Τὸ γὰρ ζῇν ἐναντίον Κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἀγίων μόνων. Ἀβραὰμ δέ κοὶ Σάῤῥα πρεσβύτεροι προβεδηκότες ἡμερῶν. Μήποτε (80) ἐπὶ δικαίων μόνων τὸ, προβεβηκότες ἡμερῶν, τέτακται. τως ἔχει, οὐδεὶς φαῦλος προβέβηκε. Καὶ ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συνσπαλἱσης δίκασον μετὰ ἀσεβοῦς. Ἐγκώμιον τοῦτο (81) τοῦ Ἀβραάμ. Δηλοῦται γὰρ τὸ βέβαιον τῆς εὐσεβείας αὐτοῦ, διὸ καὶ ἐγγίσαι δεδύνηται. Τὸ δὲ ἐγγίσαι οὐ σωματικῶς νοητέον.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
