# Selecta in Genesim 87

Origen, Selecta in Genesim, ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/87

Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν. Ἀκύλας δέκα ἀριθμοὺς (11) εἴρηκε· Σύμμαχος δεκάκις ἀριθμῷ. Ἔλεγεν οὖν, ὥς φησιν ὁ Ἐβραῖος, Δεκάκις ᾐθέτησεν τὰς συνθήκας πρὸς τὸν Ἰακὼβ ὁ Λάβαν, διὰ τὸ τὰ γεννώμενα ἐπʼ ὀνόματι τοῦ Ἰακὼβ πλεῖστα ὅσα ὑπάρχειν, κἀκεῖνον ἐποφθαλμιᾶν αὐτόν· ὅπερ ἐδήλμωσαν αἱ δύο ἐκδόσεις· Καὶ παρηλογίσω τὸν μσθόν μου δέκα ἀμνάδας· ἀμνῶν δὲ ὅλως οὐκ ἔχει μνήμην, οὕς συνέθετό μοι δοῦναι· οὐδαμοῦ φαίνεται, ὅτι συνέθετο· ἀλλʼ ἀφʼ ὦν αὐτὸς λέγει, φανερόν ἐστιν. Ὡσπερ γὰρ ἀποκτείνοντα τὸν Λάμεχ οὐκ εἰσάγει, ἐκζητούμενον δὲ, ὡς ἀπὸ τῆς ἐξηγήσεως εἶναι φανερὸν καὶ τὸ γενόμενον· οὕτω καὶ ἐνταῦθα. Πολλάκις οὖν ἡ Γραφὴ, ἃ ἐν τῷ πράττεσθαι οὐκ ἐξηγήσατο, διά τινος ἐξηγουμένου ἐδήλωσεν.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
