# Selecta in Genesim 90-92

Origen, Selecta in Genesim, 90 to 92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/90

Καὶ συνγήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ὁ Κύριός φησιν (15) Ἐγώ εἰμι ὁ ὁδός. Τῷ οὖν τὴν ὁδὸν ταύτην πορευομένῳ συναντῶσιν ἄγγελοι τοῦ Θεοῦ. Καὶ ἐνετείλατο αὐτοῖς λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· Οὔτως λέγει ὁ παῖς σου Ἰακώβ Μετὰ Λάβαν παρῴκησα. Κατὰ τιμὴν (16) τὸν πρεσβύτερον ἀδελφὸν ἀνυποκρίτως κύριον αὐτοῦ καλεῖ. Πλὴν καὶ ἀπόκρσις ὑποπίπτουσα ἀπονστρέφει θυμόν. Καὶ ὡς ἄνθρωπος μὲν ἐφοβήθη, τῷ Θεῷ δὲ πιστεύσας, οὐκ ἔφυγεν, ἀλλʼ ᾔρχετο. Καὶ δέδη τὴν διάβασιν τοῦ Ἰαώκ. Ἰαβὼκ (17) πόταμός ἐστι τῆς Ἀραβίας, ὁ νῦν καλούμενος Ἰαμβίκης.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
