# Selecta in Genesim 94-100

Origen, Selecta in Genesim, 94 to 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-genesim/94

Ἰακὼδ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱός γήρως ἦν αὐτῷ. Ἐποίησε δέαὐτῷ χτῶνα ποικίλον. Χιτὼν (19) ποικίλος ἐστὶν ἕξις ἀρίστη ταῖς ἀρεταῖς κεκοσμημένη. Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτόν πατὴρ αιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἡδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηιικόν. Ὁ μισῶν (20) ἀδυνάτως ἔχει πρὸς τὸ εἰρηνικόν τι λαλεῖν τῷ μισουμένῳ. Ἀποθώμεθα οὖν τὸ μῖσος, ἵνα λαλεῖν εἰρηνικὰ δυνηθῶμεν. Οἱ δὲ Μαδηναῖοι ἀπέδοντο τὸν Ἰωσὴφ εἰς Αἵνπτον τῷ Πετεφρῇ τῷ σπάδοντι οαρσὼ ἀῤχιμαείρῳ. Πετεφρῆς (21) παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ ἐουτιφὰρ εἴρηται ἐν τούτῳ τῷ τόπῳ, ἐν δὲ ἑτέρῳ ἐουτιφαρέ. Καὶ ἡ μὲν τοῦ παρόντος ὀνόματος ἐρμηπία παράκειται τῇ λέξει (22)· ἡ δὲ ἔκθεσις τοῦ ἑτέρου ἐν τοῖς ἐξῆς φανεῖται. Γνυὺς δέ Αὐνᾶν, ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγένετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν. Πᾶς ὁ σπείρων (23) ἐπὶ τὴν σάρκα, καὶ τὰ ἔργα τῆς σαρκὸς ἐν τῇ γῇ θησαυρίζων, ὅμοιος τῷ Αὐνᾶν· διὸ καὶ θανατοῦται ὑπὸ Θεοῦ. Καὶ ἦν Κύριοç μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγάνων. Ὡς ἐπὶ σκοπὸν (24) βάλλων, ἔτεινε τὸ ἡγεμονικὸν ἑαυτοῦ, καὶ ἀεὶ ἐπετύγχανε. Πολλαχοῦ δὲ κέχρηται τούτῳ ἡ Γραφή. Καὶ εὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ ωσήφ. Διὰ τὸν ἅγιον (25) ἐν οἴκῳ ὄντα Αἰγυπτίου εὐλογεῖται ὁ οἶκος, καὶ τὰ ὑπάρχοντα, καὶ ὁ ἀγρὸς τοῦ Αἰγυπτίου. Αὕτη δὲ οὐ πνευματικὴ εὐλογία. Ἐγένετο δέ μετὰ ῥήματα ταῦτα, ἤμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ὁ ἀρχισιτοποεός τῷ κυρίῳ αὐτῶν βασαιλεῖ Αἰγὕπτου. Νομίζω (26) ὅτι τὸ ἀνάλογον τῷ· Ἥμαρτον βααιλεῖ Αἰγύπτου, λέγοιτʼ ἂν περὶ τῶν μαρτύρων, ὅτι τῷ νοητῷ βασιλεῖ τῆς Αἰγύπτου οὗτοι ἁμαρτάνουσιν, ἀλλʼ οὐ τῷ Θεῷ. Εἰς γὰρ τὸν τοῦ κόσμου νόμον δοκοῦσιν ἁμαρτάνειν, ἐναντίον ὄντα τῷ νόμῳ τοῦ Θεοῦ.

---

Origenes, Selecta in Genesim, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg048.local001/.
