# Selecta in Psalmos [Dub.] 1-107-4

Origen, Selecta in Psalmos [Dub.], 1 to 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/1-107

Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὰ ὄνομα Κυρίου, κ. τ. ἑ. Ἀνατολαὶ μέν εἰσι φύσεις αἱ νοεραὶ, ἐν αἷς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει δυσμαὶ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ, ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράτιος ἥλιος. Ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεανὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, κ. τ. ἑ. Οἰκεῖ μὲν ὁ Θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι· προνοεῖται δὲ τῶν ταπεινῶν ἀνθρώπων, ἵνα γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνιψῶν πένητα, κ. τ. ἑ. Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπʼ ἀρετὴν ὁ Θεὸς, νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται. Ὁ κατοικίδων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην, κ. τ. ἑ. « Εὐφράνθητι, στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. » Καὶ στείρα μὲν ἐγκαταλιπόντος Θεοῦ γίνεται ψυχὴ, μήτηρ δὲ ἐνεργοῦντος.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
