Ancient Greek · ~6 min
Chapter 11
Origen, Selecta in Psalmos [Dub.] 11.6
Not analysed yet
Τοῦ αὐτοῦ. Καὶ ἄλλως δὲ τῶν (7) ἀλαζονευόντων στενάζουσιν οἱ πτωχοὶ τὴν τυραννίδα μὴ φέροντες. Διὸ φησὶν ὁ Κύριος· «Ἀναστήσομαι, ὡς ἂν θῶ μου τὴν βουλὴν ἐν σωτηρίῳ. Παῤῥησιάσομαι ἐν αὐτῷ »κατὰ τῶν ὑπερηφάνων, καὶ τῆς ταλαιπωρίας ἀπαλλάξω τοὺς πένητας, κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀναστὰς καὶ πρὸς ἡμᾶς ἀφικόμενος, ὡς φανερωθῆναι σωτηρίαν τῶν ἔξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. Τοιγαροῦν ὁ Παῦλος εἰπών· «Ταλαίπωρος ἐγὼ ἅνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; »ἐπάγει· «Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. »Ἐδήλωσε γὰρ, ὅτι Κύριος ὁ ῥυσόμενος τὸν ταλαιπωροῦντα. Διὸ εἶχε σῶμα θανάτου, ὁ καὶ νῦν λέγων· «Νῦν ἀναστήσομαι. »Φασὶ δὲ πτωχὸν τὸν ἐκπεσόντα πλούτου· πένητα δὲ τὸν ἐκ πόνου τὰ πρὸς τὸν βίον περιποιούμενον. Λέγει δὲ ἡ Γραφή· «Πλούσιοι ἐπτώχευσαν, »καὶ τό· «Ἐπτωχεύσαμεν σφόδρα· »καὶ περὶ τοῦ Σωτῆρος, «ὅς ἐπτώχευσε διʼ ἡμᾶς πλούσιος ὤν, ἵνα »ἡμεῖς «πλουτήσωμεν τῇ αὐτοῦ πτωχείᾳ. »Λέγει δὲ περὶ τοῦ στεναγμοῦ τῶν πενήτων, ὡς ἀεὶ στεναζόντων ἐπὶ τῷ πόνῳ. Τὸ δὲ, «Θήσομαι ἐν σωτηρίῳ, »δηλοῖ τὸ, Ὁρίσω καὶ ποιήσω· ὡς καὶ τὸ, «Ὅν ἔθηκε κληρονόμον πάντων· »ὁποῖον καὶ τὸ, «Ἕθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, »καὶ τὰ ἑξῆς· καὶ πρὸς τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας· «᾿Υμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν, »ὡρίσθαι καὶ πεποιῆσθαι σημαῖνον.