# Selecta in Psalmos [Dub.] 119

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ ΠΙΗ'.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/119

Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με, κ. τ. ἑ. Κατὰ τὰ πρότερα στοιχεῖα ὥδευε πρὸς τὸν Θεὸν, οὐδέπω ἦν ἐγγὺς αὐτοῦ· ὅτε δὲ ἐπὶ τέλει γεγένηται τοῦ λόγου τοῦ προκειμένου, καὶ κατὰ τὸ τελευταῖον παῤ Ἑβραίοις στοιχεῖον, τότε εὔχεται ἵνα ἡ εὐχὴ αὐτοῦ ἐγγίσῃ τῷ Θεῷ, καὶ φθάσῃ πρὸς αὐτόν. Περὶ δὲ τοῦ Θεῷ ἐγγίσαι, χρὴ εἰδέναι, ὅτι διαφορὰς εὕρομεν ταύτας. Ὁ μὲν τελειότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγγίζει τῷ Θεῷ· εὐχὴν δὲ ἕχει ἐγγίζουσαν αὐτῷ ὅθεν περὶ Μωϋσέως εὕροις ἂν τό· « Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσιν· » ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν « Ἐγγισάτω ἡ δέησίς μου, » καὶ ἑξῆς. Τίς δὲ τούτων ἡ διαφορὰ ἄξιον ἤδη θεωρῆσαι. Ὁ Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, ἀλλὰ δύναμίς ἐστιν ἅῤῥητος καὶ ἅφθεγκτος καὶ ἀόρατος. Εἰ δ᾿ οὐκ ἕστιν ἐν τόπῳ ὁ Θεὸς, ἐγγίζειν δὲ ἕστι ποτὲ τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγγίζομεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; Ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ὅν ὠνόμασεν ἡ Γραφὴ « ἕσω ἅνθρωπον;» Τούτου γοῦν ἐστιν ἐγγίσαι τῷ Θεῷ. Ἔστι δὲ ἐγγίσαι διὰ Ἰησοῦ Χριστοῦ· καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, ὅτι ἐστὶ δικαιοσύνη, ὅτι ἐστὶν ἀλήθεια καὶ σοφία, καὶ ἀνάστασις καὶ φῶς ἀληθινόν. Ἄνευ γὰρ τούτων οὐκ ἕστιν ἐγγίσαι Θεῷ, ἀλλʼ οὐδὲ χωρὶς εἰρήνης, τῆς φρουρούσης τὴν καρδίαν καὶ τὰ νοήματα, ἥτις ἐστὶν ὁ Χριστός. Ὅσῳ δέ τις ἀπολείπεται τούτων, δικαιοσύνης φημὶ καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
